Δευτέρα 22 Οκτωβρίου 2018

Προς τους πολιτευομένους Ναζιανζού αγωνιώντας, και τον άρχοντα οργιζόμενον Γρηγόριος Ναζιανζηνός




1. Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάςσει, φησί που τῶν ἑαυτοῦ λόγων Ἱερεμίας, ὁ τῶν προφητῶν συμπαθέστατος, ἀποκλαιόμενος τὸν Ἰσραὴλ ἀπειθοῦντα, καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀλλοτριούμενον, κοιλίαν μὲν τὴν ἑαυτοῦ ψυχὴν ὀνομάζων, κατὰ τοὺς τῆς τροπῆς νόμους. Οὕτω γὰρ εὑρίσκω πολλαχοῦ τῆς Γραφῆς, εἴτε ὡς ἀπόκρυφον καὶ ἀόρατον (τὸ γὰρ αὐτὸ καὶ ψυχῆς καὶ γαστρὸς τὸ κρύπτεσθα)ι, εἴτε ὡς χωρητικὴν καὶ ἀναδοτικὴν, ἵν᾿ οὕτως εἴπω, τῶν ἐκ τοῦ λόγου τροφῶν· ὃ γάρ ἐστιν ἐν σώματι τροφὴ, τοῦτο ἐν ψυχῇ λόγος. Αἰσθητήρια δὲ τάχα μὲν τὰ τῆς ψυχῆς κινήματα καὶ διανοήματα, καὶ τούτων μάλιστα, ὅσα ἐκ τῆς αἰσθήσεως, οἷς ὁ δίκαιος σπαράσσεται, καὶ θερμαίνεται, καὶ ὁρμητικῶς ἔχει, καὶ οὐδὲ καθεκτός ἐστι διὰ τὴν ζέσιν τοῦ Πνεύματος· τοῦτο γὰρ τὸ μαιμάσσειν, οἷον προθυμία τις θυμῷ σύγκρατος. Εἰ δὲ καὶ τῶν σωματικῶν ἔστιν ἃ λαμβάνοι τις αἰσθητηρίων, οὐκ ἀπὸ σκοποῦ λήψεται· καὶ ὀφθαλμῶν, καὶ ὤτων, οὐ μόνον ἀχθομένων τοῖς χείροσι καὶ θεάμασι καὶ ἀκούσμασιν, ἀλλὰ καὶ τὰ βελτίω ποθούντων καὶ ἰδεῖν καὶ ἀκοῦσαι διὰ τὸ εὔσπλαγχνον. Πλὴν ὅπως ἂν νοῆται ταῦτα, ὁ δίκαιος ἀλγεῖ καὶ μαιμάσσει, καὶ οὐ μετρίως φέρει τὰ πάθη τοῦ Ἰσραὴλ, ὁποτέρως βούλει ταῦτα νοεῖν· εἴτε τὰ σωματικὰ, καὶ τοῦ σωματικῶς ὁρωμένου, εἴτε τὰ πνευματικὰ, καὶ τοῦ νοουμένου πνευματικῶς. Ἐπεὶ καὶ πηγὴν δακρύων ὁ αὐτὸς προφήτης ἐπιζητεῖ, καὶ σταθμὸν ἔσχατον ἐπιποθεῖ, καὶ ἐρημίαν ἀσπάζεται, ἵνα κενώσῃ τὸ πολὺ τῆς λύπης, καὶ κουφισθῇ πως τῆς ἔνδον πληγῆς, καθ᾿ ἡσυχίαν θρηνήσας τὸν Ἰσραήλ.

2. Τὸ δ᾿ αὐτὸ καὶ ὁ θεῖος Δαβὶδ, οὐ μικρὸν ἔμπροσθεν ἐπὶ τοῖς καθ᾿ ἑαυτὸν δυσχεραίνων, Τίς δώσει μοι, φησὶ, πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι, καὶ καταπαύσω; Περιστερᾶς ἐπιζητεῖ πτέρυγας, εἴτε ὡς κουφοτέρας καὶ ταχυτέρας· τοιοῦτος γὰρ ἅπας δίκαιος· εἴτε ὡς τὸ Πνεῦμα σκιαγραφούσας, ᾧ μόνῳ τὰ δεινὰ φεύγομεν, ἵν᾿ ὡς ποῤῥωτάτω γένηται ἀπὸ παρόντων κακῶν. Εἶτα τὸ ἐν τοῖς στενοῖς φάρμακον, ἡ ἐλπίς· Προσεδεχόμην, φησὶ, τὸν Θεὸν τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος. Ὅπερ οὖν καὶ ἀλλαχοῦ ποιῶν φαίνεται, τάχιστα τῷ λυποῦντι τὸ ἴαμα προστιθεὶς, καὶ ἀγαθὸν ἡμῖν παρέχων παίδευμα καὶ λόγῳ καὶ ἔργῳ τῆς πρὸς τὰ δεινὰ μεγαλοψυχίας· Ἀπηνήνατο, φησὶ, παρακληθῆναι ἡ ψυχή μου. Ὁρᾷς ἀκηδίας ῥήματα καὶ ἀπογνώσεως; Ἆρ᾿ οὐκ ἔδεισας ὡς περὶ ἀθεραπεύτου τοῦ Δαβίδ; Τί λέγεις; Οὐ δέχῃ παράκλησιν; ἀπελπίζεις παραμυθίαν; οὐδεὶς θεραπεύσει σε; οὐ λόγος, οὐ φίλος, οὐ συγγενὴς, οὐ συμβουλεύων, οὐ συναλγῶν, οὐ τὰ καθ᾿ ἑαυτὸν διηγούμενος, οὐ τὰ ἀρχαῖα λέγων, οὐ τὰ νῦν παρατιθεὶς, ὅσοι καὶ ἀπὸ χαλεπωτέρων κακῶν διεσώθησαν; Ἔῤῥιπται πάντα; οἴχεται; περικέκοπται; ἀπόλωλε πᾶσα ἐλπίς; κεῖσθαι δεῖ μόνον, τὸ τέλος ἐκδεχομένους; Ταῦτα ὁ μέγας Δαβὶδ, ὁ ἐν θλίψεσι πλατυνόμενος· ὁ καὶ σκιᾶς θανάτου κυκλούσης μετὰ τοῦ Θεοῦ κατεξανιστάμενος. Τί οὖν ἐγὼ πάθω, ὁ μικρὸς, ὁ ἀσθενὴς, ὁ γήινος, ὁ μὴ τοσοῦτος τῷ πνεύματι; Δαβὶδ ἰλιγγιᾷ, καὶ τίς σώζεται; Τίνα βοήθειαν εὕροιμι κακοπαθῶν, ἢ τίνα παράκλησιν; πρὸς τίνα καταφύγω στενοχωρούμενος; Ἀποκρίνεταί σοι Δαβὶδ ὁ μέγας θεραπευτὴς, ὁ καὶ πνευμάτων πονηρῶν κατεπᾴδων διὰ τοῦ ἐν αὐτῷ Πνεύματος. Πρὸς τίνα καταφεύξῃ παρ᾿ ἐμοῦ βούλει μαθεῖν, αὐτὸς δὲ οὐκ ἐπίστασαι; Τίς ὁ τὰς παρειμένας ἐνισχύων χεῖρας, καὶ γόνατα παραλελυμένα παρακαλῶν, καὶ διὰ πυρὸς ἄγων, καὶ σώζων δι᾿ ὕδατος; Οὐδὲν δεῖ σοι παρατάξεως, φησὶν, οὐχ ὅπλων, οὐ τοξοτῶν, οὐχ ἱππέων, οὐ συμβούλων, οὐ φίλων, οὐκ ἐπικουρίας τῆς ἔξωθεν. Ἔχεις ἐν σεαυτῷ τὴν συμμαχίαν, ἣν κἀγὼ καὶ πᾶς ὁ βουλόμενος. Θελῆσαι δεῖ μόνον, ὁρμῆσαι μόνον. Ἐγγὺς ἡ παράκλησις, ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· Ἐμνήσθην τοῦ Θεοῦ, φησὶ, καὶ εὐφράνθην. Τί μνήμης ἑτοιμότερον; Μνήσθητι καὶ σὺ, καὶ εὐφράνθητι. Ὢ τοῦ εὐπορίστου τῆς ἰατρεία!ς ὢ τοῦ τάχους τῆς θεραπεία!ς ὢ τοῦ μεγέθους τῆς δωρεᾶ!ς Οὐ κοιμίζει μόνον ὀλιγοψυχίαν καὶ λύπην μνημονευθεὶς ὁ Θεὸς, ἀλλὰ καὶ εὐφροσύνην ἐργάζεται.

3. Βούλει καὶ ἄλλων ἀκοῦσαι φιλανθρωπίας ῥημάτων; Ἐὰν ἐπιστραφεὶς, φησὶ, πρὸς Κύριον στενάξῃς, τότε σωθήσῃ. Ὁρᾶτε τῷ στεναγμῷ τὴν σωτηρίαν συνεζευγμένην; Καὶ ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι· καὶ φθέγξεται τῇ ψυχῇ σου· Σωτηρία σου εἰμὶ ἐγώ. Οὐδὲν μέσον τῆς αἰτήσεως καὶ τῆς ἐπιτεύξεως· οὐ χρυσὸς, οὐκ ἄργυρος, οὐ λίθοι τῶν διαφανῶν καὶ τιμίων, οὐχ ὅσοις ἄνθρωποι κάμπτονται πρὸς τὸ ἥμερον. Ὅταν εἴπῃ Σοφονίας, ὡς παρὰ τοῦ Θεοῦ λέγων ὠργισμένου καὶ χαλεπαίνοντος· Ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν, τοῦ μὴ διοδεύειν. Ἐξέλιπον αἱ πόλεις αὐτῶν διὰ τὸ μὴ ὑπάρχειν, μηδὲ κατοικεῖσθαι· ὅταν ἀπειλήσῃ τὰ φρικωδέστατα, ὅταν καταβάλῃ τῇ ἀθυμίᾳ, ὅταν ζόφον ἐργάσηται διὰ τῆς ἀπειλῆς, εὐθὺς ἐπάγει καὶ τὸ τῆς χρηστοτέρας ἐλπίδος φῶς, καὶ ἀνακτᾶταί με τούτοις τοῖς ῥήμασι· Πλὴν εἶπα· Φοβεῖσθέ με, καὶ δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολοθρευθῆτε ἐξ ὀφθαλμῶν αὐτῆς· καὶ ἔτι φαιδροτέροις μικρὸν προιὼν καὶ φιλανθρωποτέροις· Ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος· Θάρσει, Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου. Κύριος ὁ Θεός σου ἐν σοὶ, δυνατὸς σῶσαί σε· καὶ ἐπάξει ἐπὶ σὲ εὐφροσύνην, καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ, καὶ συνάξει τοὺς συντετριμμένους, καὶ σώσει τοὺς ἐκπεπιεσμένους, καὶ τοὺς ἀπωσμένους εἰσδέξεται. Ταῦτα καὶ οἱ ἅγιοι καὶ οἱ λογισμοὶ βούλονται, καὶ ὁ ἐμὸς ἀπαιτεῖ λόγος. Ἀλλὰ δέξασθε λόγους φρονήσεως, ὥς φησιν ὁ θεῖος Σολομὼν, ἵνα μὴ ἐμπεσόντες εἰς κακῶν βάθος καταφρονήσητε, μηδὲ ὑπὸ τῆς ἰδίας ἀμαθίας μᾶλλον ἢ τῆς κατεχούσης δυσχερείας καταποθῆτε.

4. Κύκλος τίς ἐστιν, ἀδελφοὶ, τῶν ἀνθρωπίνων πραγμάτων, καὶ παιδεύει διὰ τῶν ἐναντίων ἡμᾶς ὁ Θεός· ὥσπερ συνεστήσατο τὰ πάντα σοφῶς καὶ συνέδησεν, οὕτω σοφῶς τὸ πᾶν διεξάγων καὶ κυβερνῶν τοῖς ἀνεφίκτοις αὐτοῦ καὶ ἀνεξιχνιάστοις κρίμασιν, ἐν δὲ τοῖς πᾶσι καὶ τὰ ἡμέτερα. Κινεῖται γὰρ, ἵν᾿ οὕτως εἴπω, τὸ πᾶν περὶ τὸν ἀκίνητον, καὶ σαλεύεται, λόγῳ μὲν οὐδαμῶς (ὁ γὰρ αὐτὸς ἐν πᾶσιν ἑστὼς καὶ ἀκίνητος, κἂν διαφεύγῃ τὴν ἡμετέραν ἀσθένειαν, τοῖς δὲ καθ᾿ ἑκάστην ἡμέραν ἀπαντῶσί τε καὶ συμπίπτουσιν. Καὶ τοῦτό ἐστι δόγμα Θεοῦ παλαιόν τε καὶ πάγιον, σκότος εἶναι ἀποκρυφὴν αὐτοῦ πρὸ τῶν ἡμετέρων ὀφθαλμῶν κεχυμένον· καὶ τὰ πολλὰ μὴ καθορᾶσθαι τῆς αὐτοῦ διοικήσεως, πλὴν ὅσον ἐν ἀμυδροῖς αἰνίγμασι καὶ φαντάσμασιν· εἴτε τὸν τῦφον ἡμῶν συστέλλοντος, ἵν᾿ εἰδῶμεν τὸ μηδὲν ὄντες πρὸς τὴν ἀληθινὴν σοφίαν καὶ πρώτην, ἀλλὰ πρὸς αὐτὸν νεύωμεν μόνον, καὶ ζητῶμεν ἀεὶ ταῖς ἐκεῖθεν αὐγαῖς ἐναστράπτεσθαι· εἴτε διὰ τῆς ἀνωμαλίας τῶν ὁρωμένων καὶ περιτρεπομένων μετάγοντος ἡμᾶς ἐπὶ τὰ ἑστῶτα καὶ μένοντα. Πλὴν οὐδὲν ἀκίνητον, ὅπερ ἔφην, οὐδὲ ὁμαλὸν, οὐδὲ αὔταρκες, οὐδὲ εἰς τέλος ὅμοιον, οὔτε τὸ εὐθυμεῖν, οὔτε τὸ ἀθυμεῖν, οὐ πλοῦτος, οὐ πενία, οὐ δύναμις, οὐκ ἀσθένεια, οὐ ταπεινότης, οὐ δυναστεία, οὐ τὸ παρὸν, οὐ τὸ μέλλον, οὐ τὸ ἡμέτερον, οὐ τὸ ἀλλότριον, οὐ μικρὸν, οὐ μεῖζον, οὐχ ὅ τι ἂν εἴποι τις. Καὶ τοῦτο ἴσον ἡ ἀνισότης ἔχει, τὴν περὶ πάντα μεταβολήν. Περιχωρεῖ γὰρ τὰ πάντα ῥᾳδίως, καὶ μεταχωρεῖ, καὶ ἀντικαθίσταται· ὡς αὔραις εἶναι μᾶλλον πιστεύειν καὶ γράμμασι τοῖς καθ᾿ ὕδατος, ἢ ἀνθρώπων εὐημερίᾳ. Καὶ φθόνος μὲν εὐπραξίαν, συμφορὰν δὲ ἔλεος ἵστησιν· καὶ τοῦτο σοφῶς, κατά γε τὸν ἐμὸν λόγον, καὶ θαυμασίως, ἵνα μήτε τὸ ἀλγεῖν ἀπαραμύθητον ᾖ, μήτε τὸ εὖ πράττειν ἀπαιδαγώγητον.

5. Σωφρόνων δὲ ἀνδρῶν, οἵτινες παιδεύονται ταῖς συμφοραῖς, καὶ ὡς χρυσὸς πυρὶ καθαιρόμενοι λέγουσιν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου· ὡς τικτούσης τῆς ταπεινώσεως τὸ γινώσκειν τὰ δικαιώματα. Καὶ τὸ τοῦ Πέτρου πάσχουσιν, ἐπικαλεσαμένου τὴν σωτηρίαν ἐν τῷ μέλλειν καταδύεσθαι· καὶ μᾶλλόν τι προσχωροῦσι Θεῷ διὰ τὸ ἀλγεῖν, καὶ τὸν εὐεργέτην οἰκειοῦνται διὰ τῆς θλίψεως. Ἐπειδὴ κάμνουσα ψυχὴ ἐγγύς ἐστι Θεοῦ, καὶ τὸ χρῄζειν ἐπιστρέφει πρὸς τὸν δοῦναι δυνάμενον, τῷ ἀφθόνῳ τῆς δωρεᾶς τυχὸν καὶ καταφρονούμενον. Διὰ τοῦτο ἄνω νεύωμεν, ἀδελφοὶ, ἐν παντὶ καιρῷ καὶ περιστάσει πάσῃ προβαλώμεθα τὴν καλὴν ἐλπίδα, μήτε ἐν ταῖς εὐθυμίαις ἀποβάλωμεν τὸν φόβον, μήτε ἐν τοῖς λυπηροῖς τὸ εὔελπι. Μνησθῶμεν καὶ ἐν εὐδίᾳ τῆς ζάλης, καὶ ἐν χειμῶνι τοῦ κυβερνήτου· ἀλλὰ μὴ ταῖς θλίψεσιν ἐκκακήσωμεν, μηδὲ γενώμεθα δοῦλοι κακοὶ, ἀγαθύνοντι μὲν ἐξομολογούμενοι τῷ Δεσπότῃ, παιδεύοντι δὲ μὴ προστιθέμενοι· καίτοι ποτὲ κρείςσων ὑγιείας πόνος, καὶ ὑπομονὴ ἀνέσεως, καὶ ἐπίσκεψις ἀμελείας, καὶ ἐπιστροφὴ συγχωρήσεως. Εἴπω συντόμως, μήτε διὰ τὰς συμφορὰς πίπτωμεν, μήτε διὰ τὸν κόρον ὑβρίζωμεν.

6. Ὑποτασσώμεθα καὶ Θεῷ καὶ ἀλλήλοις, καὶ τοῖς ἐπὶ γῆς ἄρχουσιν· Θεῷ διὰ πάντα, διὰ τὴν φιλαδελφίαν ἀλλήλοις, δι᾿ εὐταξίαν τοῖς ἄρχουσιν· καὶ τοσούτῳ μᾶλλον, ὅσῳπερ ἂν ὦσιν ἡμερώτεροι καὶ χρηστότεροι. Δεινὸν ἐπιείκειαν δαπανῆσαι τῷ συνεχεῖ τῆς συγγνώμης, ἵνα μὴ καὶ τῆς ἐκείνων τραχύτητος αὐτοὶ δίκας ἀπαιτηθῶμεν, γαλήνην πνεύματι λύσαντες, καὶ φωτὶ ζόφον ἐπάγοντες, καὶ μέλιτι καταμιγνύντες ἀψίνθιον. Ἔστι καὶ οὗτος εἷς τῶν ἡμετέρων νόμων, καὶ οὗτος τῶν ἐπαινουμένων, καὶ κάλλιστα διατεταγμένων τῷ Πνεύματι, τὸ δυνατὸν μετὰ τοῦ καλοῦ δοκιμάσαντι, καὶ νομοθετήσαντι, ὥσπερ δούλους ὑπακούειν δεσπόταις, καὶ γυναῖκας ἀνδράσι, καὶ Κυρίῳ τὴν Ἐκκλησίαν, καὶ μαθητὰς ποιμέσι καὶ διδασκάλοις· οὕτω δὲ καὶ πάσαις ἐξουσίαις ὑπερεχούσαις ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν, ὡς ὑποτελεῖς φόρου τυγχάνοντας· καὶ μὴ κακοποιοῦντας μισεῖν τὸν νόμον, μηδὲ ἀναμένειν τὴν μάχαιραν, ἀλλὰ τῷ φόβῳ καθαιρομένους ἐπαινεῖσθαι ὑπὸ τῆς ἐξουσίας.

7. Μία καὶ ἡ αὐτὴ στάθμη· ἀλλὰ φείδεται μὲν τοῦ ὀρθοῦ, περικόπτει δὲ τὸ περιττόν. Εἷς ἥλιος· ἀλλὰ φωτίζει μὲν τὴν ὑγιαίνουσαν ὄψιν, ἀμαυροῖ δὲ τὴν ἀσθενοῦσαν. Βούλει τι καὶ τῶν ἡμετέρων εἴπω θαῤῥήσας; Εἷς Χριστός· ἀλλ᾿ εἰς πτῶσιν κεῖται καὶ ἀνάστασιν· πτῶσιν μὲν τοῖς ἀπίστοις, ἀνάστασιν δὲ τοῖς πιστεύουσι· καὶ τοῖς μὲν ἔστι πέτρα προςκόμματος, καὶ πέτρα σκανδάλου, ὅσοι μὴ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἀλλ᾿ ἐν σκότει διαπορεύονται, εἴτε εἰδώλοις θρησκεύοντες, εἴτε μέχρι τοῦ γράμματος διαβλέποντες, καὶ ὑπὲρ τοῦτο αὐγασθῆναι μήτε θέλοντες, μήτε ἰσχύοντες· τοῖς δὲ λίθος ἀκρογωνιαῖος, καὶ πέτρα ἐπαινουμένη, ὅσοι συνδεσμοῦνται τῷ λόγῳ, καὶ ἐπ᾿ αὐτῆς βεβήκασιν· εἰ βούλει δὲ, ὁ μαργαρίτης ἐκεῖνος, ὃν πάντων ὧν ἔχει ὠνεῖται ὁ καλὸς ἔμπορος. Ἡμεῖς δὲ τοιοῦτόν τι πάσχομεν, ἀδελφοὶ, μὴ τὰ ἑαυτῶν κατορθοῦντες, ἀλλὰ πρὸς τὴν ἐξουσίαν δυσχεραίνοντες· ὥσπερ ἂν εἴ τις αἰτιῷτο τὸν ἀγωνοθέτην ὡς μοχθηρὸν, αὐτὸς ἐκπαλαίων· ἢ τὸν ἰατρὸν ὡς ἀμαθῆ καὶ θρασὺν ταῖς τομαῖς καὶ ταῖς καύσεσι κεχρημένον, αὐτὸς πονήρως διακείμενος, καὶ τῶν αὐστηροτέρων δεόμενος φαρμάκων. Ταῦτά μοι πρὸς τοὺς ἀρχομένους παραμυθία τε ἅμα καὶ νουθεσία· ταῦτα ὁ πενιχρὸς ποιμὴν καταρτίζων τὸ μικρὸν ποίμνιον, ᾧ χαίροντι συνευθυμεῖν, καὶ σκυθρωπάζοντι συστενάζειν, τῆς ἐμῆς ποιμαντικῆς ὁ νόμος.

8. Τί δὲ ὑμεῖς, οἱ δυνάσται καὶ ἄρχοντες; Ἤδη γὰρ πρὸς ὑμᾶς ὁ λόγος μέτεισιν, ἵνα μὴ δόξωμεν πάντη τυγχάνειν ἄνισοι, καὶ τοῖς μὲν τὰ εἰκότα παραινεῖν, ὑμῶν δὲ τῇ δυναστείᾳ παραχωρεῖν, ὥσπερ αἰδοῖ τὴν κατὰ Χριστὸν ἡμῶν ἐλευθερίαν, ἢ δέει ἐκκλίνοντες· ἢ τῶν μὲν κήδεσθαι μᾶλλον, ὑμῶν δ᾿ ἀμελεῖν, ὧν καὶ μᾶλλον φροντίζειν ἄξιον, ὅσῳ καὶ εἰς μείζω φέρουσα ἡ ῥοπὴ ὁποτέρως ἂν ἔχῃ, καὶ πλεῖον τὸ κατορθούμενον· τὸ γὰρ ἐναντίον ἀπείη, καὶ ἡμῶν, καὶ τοῦ λόγου. Τί οὖν φατε; καὶ τί διομολογούμεθα πρὸς ἀλλήλους; Ἆρα δέξεσθε σὺν παῤῥησίᾳ τὸν λόγον; Καὶ ὁ τοῦ Χριστοῦ νόμος ὑποτίθησιν ὑμᾶς τῇ ἐμῇ δυναστείᾳ καὶ τῷ ἐμῷ βήματι. Ἄρχομεν γὰρ καὶ αὐτοί· προσθήσω δὲ, ὅτι καὶ τὴν μείζονα καὶ τελεωτέραν ἀρχήν· ἢ δεῖ τὸ πνεῦμα ὑποχωρῆσαι τῇ σαρκὶ, καὶ τοῖς γηίνοις τὰ ἐπουράνια. Δέξῃ τὴν παῤῥησίαν, οἶδ᾿, ὅτι πρόβατον εἶ τῆς ἐμῆς ποίμνης, τῆς ἱερᾶς ἱερὸν, καὶ θρέμμα τοῦ μεγάλου Ποιμένος, καὶ καλῶς ἄνωθεν ἠγμένον ὑπὸ τοῦ Πνεύματος, καὶ τῷ φωτὶ τῆς ἁγίας καὶ μακαρίας Τριάδος ὁμοίως ἡμῖν ἐλλαμπόμενον. Διὰ τοῦτό μοι καὶ βραχὺς ὁ πρὸς σὲ λόγος καὶ σύντομος.

9. Χριστῷ συνάρχεις, Χριστῷ καὶ συνδιοικεῖς· παρ᾿ ἐκείνου σοι τὸ ξίφος, οὐκ εἰς ἔργον, ἀλλ᾿ εἰς ἀπειλήν· ὃ καθαρὸν ἀνάθημα τῷ δεδωκότι φυλάσσοιτο. Εἰκὼν εἶ τοῦ Θεοῦ· καὶ εἰκόνα διὰ χειρὸς ἄγεις, ἐνταῦθα οἰκονομουμένην, καὶ πρὸς βίον ἄλλον μεθισταμένην, εἰς ὃν πάντες μεταβησόμεθα, μικρὰ παίξαντες ἐν τῷ τῆς ζωῆς τούτῳ, εἴτε δεσμωτηρίῳ, εἴτε σταδίῳ, εἴτε προχαράγματι, εἴτε σκιάσματι. Τίμησον τὴν συμφυΐαν· αἰδέσθητι τὸ ἀρχέτυπον· γενοῦ μετὰ τοῦ Θεοῦ, μὴ τοῦ κοσμοκράτορος· μετὰ τοῦ χρηστοῦ Δεσπότου, μὴ τοῦ πικροῦ τυράννου. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾿ ἀρχῆς· ἐκεῖνος καὶ τὸν πρῶτον ἄνθρωπον διὰ τῆς παρακοῆς ἔπληξε, καὶ τὴν ἐπίμοχθον ζωὴν ἐπεισήγαγε, καὶ τὸ κολάζειν, καὶ τὸ κολάζεσθαι διὰ τὴν ἁμαρτίαν ἐνομοθέτησε. Σὺ δὲ, ἄνθρωπε τοῦ Θεοῦ, μνήσθητι τίνος εἶ ποίημα, καὶ ποῦ καλῇ, καὶ πόσα ἔχεις, καὶ πόσον ὀφείλεις, παρὰ τίνος σοι λόγος, νόμος, προφῆται, αὐτὸ τὸ εἰδέναι Θεὸν, τὸ μὴ ἀπελπίζειν τὰ προσδοκώμενα. Μίμησαι διὰ ταῦτα Θεοῦ φιλανθρωπίαν. Τοῦτο ἔχει μάλιστα θεῖον ἄνθρωπος, τὸ εὖ ποιεῖν. Ἔξεστί σοι Θεὸν γενέσθαι μηδὲν πονήσαντι· μὴ πρόῃ τὸν καιρὸν τῆς θεώσεως.

10. Ἄλλοι χρήματα κενοῦσιν, ἄλλοι σάρκας τῷ πνεύματι, καὶ νεκροῦνται Χριστῷ, καὶ κόσμου παντελῶς ἀπανίστανται· ἄλλοι καθιεροῦσι Θεῷ τὰ φίλτατα. Καὶ τὴν Ἀβραὰμ θυσίαν πάντως ἀκήκοας· ὃς προθυμότερον ἔδωκε τῷ Θεῷ τὸν μονογενῆ, τὸν ἐκ τῆς ἐπαγγελίας, καὶ εἰς ὃν ἡ ἐπαγγελία, ἢ παρὰ Θεοῦ τὸ ἀπ᾿ ἀρχῆς ἐκομίσατο. Σὲ δὲ τούτων οὐδὲν αἰτοῦμεν· ἑν ἀντὶ πάντων εἰσένεγκε, τὴν φιλανθρωπίαν· ᾗ χαίρει Θεὸς μᾶλλον, ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις· δῶρον ἴδιον, δῶρον ἄμωμον, δῶρον φιλοτιμίαν Θεοῦ προκαλούμενον. Μῖξον τῷ φόβῳ τὴν ἐπιείκειαν· κέρασον τῇ ἀπειλῇ τὴν ἐλπίδα. Πολλὰ καὶ χρηστότητα κατορθοῦσαν οἶδα, δυσωποῦσαν εἰς ὀφειλομένην ἀντίδοσιν, ὅταν βιάζεσθαι παρὸν συγχωρήσαντες, δυσωπήσωμεν εὐνοίᾳ τὸν ἐλεούμενον. Μηδὲν εἶναί σε πειθέτω τῆς ἀρχῆς ἀνάξιον· μηδὲν ἀποκλειέτω τὸν οἶκτον καὶ τὴν ἡμερότητα, μὴ καιρὸς, μὴ δυνάστης, μὴ φόβος, μὴ μειζόνων ἀρχῶν ἐλπὶς, μὴ θρασύτης τὸ πλέον ἔχουσα. Κτῆσαι τὴν εὔνοιαν ἐν τοῖς ἀναγκαίοις καιροῖς, τὴν ἄνω· χρῆσον Θεῷ τὸν ἔλεον. Οὐδεὶς μετέγνω τῶν Θεῷ τι προεισενεγκάντων. Πολύς ἐστιν εἰς ἀντίδοσιν, μάλιστα μὲν τοῖς ἐκεῖθεν ἀγαθοῖς ἀμειβόμενος τοὺς προκαταβαλόντας τι, καὶ προχρήσαντας· ἔστι δὲ ὅτε καὶ τοῖς ἐνταῦθα πρὸς πίστιν τῶν ὕστερον.

11. Ἔτι μικρὸν, καὶ ὁ κόσμος παρέρχεται, καὶ ἡ σκηνὴ καταλύεται. Πραγματευσώμεθα τὸν καιρόν· τοῖς οὐχ ἑστῶσι τὰ μένοντα ὠνησώμεθα. Ἕκαστος ἡμῶν ἐστιν ἐν ἐπιτιμίοις· καὶ ὁ χοῦς πολλὰ φέρει τὰ ὀφλήματα. Συγχωρήσωμεν, ἵνα συγχωρηθῶμεν· ἀφῶμεν, ἵνα αἰτήσωμεν ἄφεσιν. Ὁρᾷς ἐν τῷ Εὐαγγελίῳ· Χρεωφειλέτης εἰσάγεταί τις πολλῶν ταλάντων, καὶ ἀφίεται τοῦ χρέους· προσάγεται γὰρ ἀγαθῷ δεσπότῃ. Καὶ συγχωρεῖται μὲν, οὐ συγχωρεῖ δέ· δοῦλος γάρ ἐστι καὶ τὴν προαίρεσιν· ἀλλ᾿ ἧς ἔτυχε φιλανθρωπίας περὶ τὸ πλεῖον, ταύτης οὐ μεταδίδωσι τῷ ὁμοδούλῳ περὶ τὸ ἔλαττον, οὐδὲ, εἰ μή τινι ἄλλῳ, τῷ τῆς μεγαλοψυχίας ἑπόμενος ὑποδείγματι περὶ τὸ ἀλλότριον· καὶ ὁ δεσπότης ἀγανακτεῖ. Καὶ τὸ ἑξῆς σιωπήσομαι· πλὴν ἄμεινον τῷ παντὶ, προεισφέρειν τοῦ ἐκεῖσε λόγου τὴν ἐντεῦθεν χρηστότητα.

12. Τί φῄς; Ἔχομέν σε τοῖς λόγοις τούτοις, ὧν ἐραστὴς εἶναι πολλάκις καθωμολόγησας, ὦ κάλλιστε ἀρχόντων, εἴη δὲ προσθεῖναι, καὶ ἡμερώτατε; Ἢ δεῖ, καὶ τὴν πολιάν σοι ταύτην ἀνθ᾿ ἱκετηρίας προσαγαγεῖν, καὶ τὸν τῶν ἐτῶν ἀριθμὸν, καὶ τὴν μακρὰν ἱερωσύνην καὶ ἄσπιλον ταύτην, ἣν αἰδοῦνται τυχὸν καὶ ἄγγελοι, καθαρῶς τῷ καθαρωτάτῳ λατρεύοντες, ὡς τῆς ἑαυτῶν λατρείας ἀξίαν. Πείθει ταῦτα; ἤ τι τολμήσω μεῖζον; τολμηρὸν δέ με ποιεῖ τὸ ἀλγεῖν. Χριστὸν προσάγω σοι, καὶ τὴν Χριστοῦ κένωσιν τὴν ὑπὲρ ἡμῶν, καὶ τὰ τοῦ ἀπαθοῦς πάθη. καὶ τὸν σταυρὸν, καὶ τοὺς ἥλους, οἷς ἐλύθην ἐγὼ τῆς ἁμαρτίας· καὶ τὸ αἷμα, καὶ τὴν ταφὴν, καὶ τὴν ἀνάστασιν, καὶ τὴν ἄνοδον, ἢ καὶ τὴν τράπεζαν ταύτην, ᾗ κοινῇ πρόσιμεν· καὶ τοὺς τύπους τῆς ἐμῆς σωτηρίας, οὓς ἀπὸ τοῦ αὐτοῦ τελῶ στόματος, ἀφ᾿ οὗ ταῦτα πρὸς σὲ πρεσβεύω, τὴν ἱερὰν καὶ ἄνω φέρουσαν ἡμᾶς μυσταγωγίαν.

13. Εἰ καὶ μὴ δι᾿ ἑν τούτοιν, ἀλλ᾿ οὖν διὰ πάντα, δὸς καὶ ἡμῖν καὶ σεαυτῷ τὴν χάριν, καὶ τῇ κατ᾿ οἶκόν σου Ἐκκλησίᾳ, καὶ τῷ καλῷ τούτῳ Χριστοῦ πληρώματι· ὃ νόμισον ἡμῖν συμπρεσβεύειν, εἰ καὶ ἡμῖν παραχωρεῖ τῆς πρεσβείας, ὡς αἰδεσιμωτέροις διὰ τὸν τιμήσαντα, καὶ ἅμα τῷ τῆς ἀρχῆς νόμῳ κατείργεται. Ἓν τοῦτο καλῶς ἡττήθητι· νίκησον ἡμᾶς φιλανθρωπίᾳ. Ἰδοὺ προσάγω σοι τοὺς ἐμοὺς ἱκέτας ἐναντίον Θεοῦ, καὶ ἀγγέλων, καὶ βασιλείας οὐρανῶν, καὶ τῆς ἐκεῖθεν ἀνταποδόσεως. Τίμησον τὴν ἐμὴν πίστιν, ἣν ἐπιστεύθην τε καὶ ἐπίστευσα· ὡς ἂν καὶ ἡ σὴ τιμηθείη περὶ τὰ μείζω καὶ τελεώτερα. Κεφάλαιον δὲ τοῦ λόγου, ἔχεις καὶ αὐτὸς ἐν οὐρανῷ Κύριον· τοιούτου τύχοις περὶ σεαυτὸν τοῦ κριτοῦ, οἷόσπερ ἂν αὐτὸς γένῃ τοῖς ἀρχομένοις. Τύχοιμεν δὲ πάντες, καὶ τῶν ἐντεῦθεν χρηστῶν, καὶ τῶν ἐκεῖθεν ἀνεκτοτέρων, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ᾧ τιμὴ καὶ βασιλεία, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, ὥσπερ ἦν, καὶ προῆν, καὶ ἔσται, καὶ νῦν, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περί φιλοπτωχίας Γρηγόριος Ναζιανζηνός




1. Ἄνδρες ἀδελφοὶ καὶ συμπένητες, πτωχοὶ γὰρ ἅπαντες, καὶ τῆς θείας χάριτος ἐπιδεεῖς, κἂν ἄλλος ἄλλου προέχειν δοκῇ, μικροῖς μέτροις μετρούμενος, δέξασθε τὸν περὶ φιλοπτωχίας λόγον, μὴ πενιχρῶς, ἀλλὰ φιλοτίμως, ἵνα βασιλείαν πλουτήσητε· συνεύξασθε δὲ καὶ ἡμᾶς πλουσίως τοῦτον ὑμῖν χορηγῆσαι, καὶ θρέψαι τῷ λόγῳ τὰς ὑμετέρας ψυχὰς, καὶ διαθρύψαι πεινῶσι τὸν πνευματικὸν ἄρτον· εἴτε ἀπ᾿ οὐρανοῦ τροφὴν ὕοντας, καθάπερ Μωϋσῆς ὁ παλαιὸς ἐκεῖνος, καὶ ἄρτον ἀγγέλων χαριζομένους· εἴτε ἄρτοις ὀλίγοις ἐν ἐρημίᾳ τρέφοντας μέχρι κόρου καὶ μυριάδας, καθάπερ Ἰησοῦς ὕστερον, ὁ ἀληθινὸς ἄρτος, καὶ τῆς ἀληθινῆς ζωῆς αἴτιος. Ἔστι μὲν οὖν οὐ πάνυ τι ῥᾴδιον τῶν ἀρετῶν τὴν νικῶσαν εὑρεῖν, καὶ ταύτῃ δοῦναι τὰ πρεσβεῖα καὶ τὰ νικητήρια· ὥσπερ οὐδὲ ἐν λειμῶνι πολυανθεῖ καὶ εὐώδει, τῶν ἀνθέων τὸ κάλλιστον καὶ εὐωδέστατον, ἄλλοτε ἄλλου τὴν ὄσφρησιν καὶ τὴν ὄψιν πρὸς ἑαυτὸ μεθέλκοντος, καὶ πρῶτον δρέπεσθαι πείθοντος. Ὡς δ᾿ οὖν ἐμὲ, περὶ τούτων διελέσθαι σκεπτέον οὕτως.

2. Καλὸν πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· καὶ μάρτυς τῆς πίστεως Ἀβραὰμ, δικαιωθεὶς ἐκ πίστεως· τῆς ἐλπίδος, Ἐνὼς, ὃς πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸν Κύριον, καὶ πάντες οἱ δίκαιοι διὰ τὴν ἐλπίδα κακοπαθοῦντες· τῆς ἀγάπης, ὁ θεῖος Ἀπόστολος, τολμήσας τι καὶ καθ᾿ ἑαυτοῦ διὰ τὸν Ἰσραὴλ φθέγξασθαι· καὶ ὁ Θεὸς αὐτὸς, ἀγάπη καλούμενος. Καλὸν ἡ φιλοξενία· καὶ μάρτυς ἐν μὲν δικαίοις, Λὼτ ὁ Σοδομίτης, καὶ οὐ Σοδομίτης τὸν τρόπον· ἐν δὲ ἁμαρτωλοῖς, Ῥαὰβ ἡ πόρνη, καὶ οὐ πόρνη τὴν προαίρεσιν, διὰ φιλοξενίαν ἐπαινεθεῖσά τε καὶ σωθεῖσα. Καλὸν ἡ φιλαδελφία, καὶ μάρτυς Ἰησοῦς, οὐκ ἀδελφὸς ἡμῶν κληθῆναι μόνον, ἀλλὰ καὶ παθεῖν ὑπὲρ ἡμῶν ἀνασχόμενος. Καλὸν ἡ φιλανθρωπία· καὶ μάρτυς ὁ αὐτὸς Ἰησοῦς, οὐ ποιήσας μόνον τὸν ἄνθρωπον ἐπ᾿ ἔργοις ἀγαθοῖς, καὶ τὴν εἰκόνα τῷ χοῒ συζεύξας ὁδηγὸν τῶν καλλίστων, καὶ τῶν ἄνω πρόξενον, ἀλλὰ καὶ γενόμενος ὑπὲρ ἡμῶν ἄνθρωπος. Καλὸν ἡ μακροθυμία, καὶ ὁ αὐτὸς μάρτυς, οὐ τὰς λεγεῶνας μόνον τῶν ἀγγέλων παραιτησάμενος κατὰ τῶν ἐπανισταμένων καὶ τυραννούντων, οὐδὲ τῷ Πέτρῳ μόνον ἐπιτιμήσας αἰρομένῳ τὴν μάχαιραν, ἀλλὰ καὶ τὸ ὠτίον ἀποκαταστήσας τῷ πεπληγότι. Τὸ δ᾿ αὐτὸ καὶ Στέφανος ὕστερον ὁ τοῦ Χριστοῦ μαθητὴς, ὑπὲρ τῶν λιθαζόντων αὐτὸν προσευχόμενος. Καλὸν ἡ πραότης, καὶ μαρτυροῦσι Μωϋσῆς καὶ Δαβὶδ, τοῦτο πρὸ τῶν ἄλλων μαρτυρηθέντες, καὶ ὁ τούτων διδάσκαλος, οὐκ ἐρίζων, οὐδὲ κραυγάζων, οὐδὲ ἐν ταῖς πλατείαις φωνὴν προιέμενος, οὐδὲ ζυγομαχῶν πρὸς τοὺς ἄγοντας.

3. Καλὸν ὁ ζῆλος, καὶ μαρτυρεῖ Φινεὲς, τὴν Μαδιανῖτιν τῷ Ἰσραηλίτῃ συνεκκεντήσας, ἵνα ἐξέλῃ ὄνειδος ἐξ υἱῶν Ἰσραὴλ, καὶ ὀνομασθεὶς ἐκ τῆς προαιρέσεως· καὶ μετ᾿ ἐκεῖνον, οἱ λέγοντες· Ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ· καὶ, Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ· καὶ, Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με· καὶ οὐ λέγοντες τοῦτο μόνον, ἀλλὰ καὶ πάσχοντες. Καλὸν ὑποπιασμὸς σώματος· καὶ πειθέτω σε Παῦλος, ἑαυτὸν ἔτι παιδαγωγῶν, καὶ φοβῶν διὰ τοῦ Ἰσραὴλ τοὺς ἑαυτοῖς θαῤῥοῦντας καὶ ἐφιέντας τῷ σώματι· καὶ Ἰησοῦς αὐτὸς νηστεύων, καὶ πειραζόμενος, καὶ νικῶν τὸν πειράζοντα. Καλὸν προσευχὴ καὶ ἀγρυπνία· καὶ πειθέτω σε Θεὸς ἀγρυπνῶν πρὸ τοῦ πάθους, καὶ προσευχόμενος. Καλὸν ἁγνεία, καὶ παρθενία· καὶ πειθέτω σε Παῦλος περὶ τούτων νομοθετῶν, καὶ βραβεύων δικαίως γάμῳ καὶ ἀγαμίᾳ, καὶ Ἰησοῦς αὐτὸς ἐκ Παρθένου γεννώμενος, ἵνα καὶ γέννησιν τιμήσῃ, καὶ προτιμήσῃ παρθενίαν. Καλὸν ἐγκράτεια· καὶ πειθέτω σε Δαβὶδ, ἡνίκα τοῦ ἐν Βηθλεὲμ ἐκράτησε φρέατος, μὴ πιὼν, ἀλλὰ σπείσας μόνον τοῦ ὕδατος, μηδὲ ἀνασχόμενος ἴδιον πληρῶσαι πάθος ἐν ἀλλοτρίῳ αἵματι.

4. Καλὸν ἐρημία καὶ ἡσυχία· καὶ διδάσκει με ὁ Κάρμηλος Ἡλίου, ἢ ἔρημος Ἰωάννου, Ἰησοῦ τὸ ὄρος, εἰς ὃ πολλάκις ἀναχωρῶν φαίνεται, καὶ καθ᾿ ἡσυχίαν ἑαυτῷ συγγινόμενος. Καλὸν ἡ εὐτέλεια· καὶ διδάσκει με Ἠλίας ἀναπαυόμενος παρὰ χήρᾳ, Ἰωάννης θριξὶ καμήλου σκεπόμενος, Πέτρος ἀσσαρίου θέρμοις τρεφόμενος. Καλὸν ἡ ταπεινοφροσύνη, καὶ πολλὰ ταύτης, καὶ πολλαχόθεν τὰ ὑποδείγματα, καὶ πρὸ τῶν ἄλλων, ὁ πάντων Σωτὴρ καὶ Δεσπότης, οὐ ταπεινώσας ἑαυτὸν μόνον μέχρι δούλου μορφῆς, οὐδὲ τὸ πρόσωπον αἰσχύνῃ ὑποθεὶς ἐμπτυσμάτων, καὶ μετὰ τῶν ἀνόμων λογισθεὶς, ὁ τὸν κόσμον καθαίρων τῆς ἁμαρτίας, ἀλλὰ καὶ τῶν μαθητῶν νίπτων τοὺς πόδας ἐν δουλικῷ τῷ σχήματι. Καλὸν ἡ ἀκτημοσύνη καὶ χρημάτων ὑπεροψία· καὶ μαρτυρεῖ Ζακχαῖος, καὶ Χριστὸς αὐτός· ὁ μὲν, τῇ εἰσόδῳ Χριστοῦ, μικροῦ πάντα καρποφορήσας· ὁ δὲ, τῷ πλουσίῳ τὸ τέλειον ἐν τούτῳ περιορίσας. Καὶ συντομώτερον ἔτι περὶ τούτων εἰπεῖν, καλὸν θεωρία, καὶ καλὸν πρᾶξις· ἡ μὲν, ἐντεῦθεν ἐπανιστᾶσα, καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων χωροῦσα, καὶ τὸν νοῦν ἡμῶν πρὸς τὸ συγγενὲς ἐπανάγουσα· ἡ δὲ, Χριστὸν ὑποδεχομένη, καὶ θεραπεύουσα, καὶ τοῖς ἔργοις τὸ φίλτρον ἐλέγχουσα.

5. Τούτων ἕκαστον μία τις σωτηρίας ὁδὸς, καὶ πρός τινα τῶν μονῶν πάντως φέρουσα τῶν αἰωνίων καὶ μακαρίων· ἐπειδὴ ὥσπερ διάφοροι βίων αἱρέσεις, οὕτω καὶ μοναὶ πολλαὶ παρὰ Θεῷ, κατὰ τὴν ἀξίαν ἑκάστῳ μεριζόμεναί τε καὶ διαιρούμεναι· καὶ ὁ μὲν τήνδε κατορθούτω τὴν ἀρετὴν, ὁ δὲ τήνδε, ὁ δὲ πλείους, ὁ δὲ τὰς πάσας, εἰ οἷόν τε· μόνον ὁδευέτω, καὶ ἐφιέσθω τοῦ πρόσω, καὶ κατὰ πόδας ἑπέσθω τῷ καλῶς ὁδηγοῦντι, καὶ κατευθύνοντι, καὶ διὰ τῆς στενῆς ὁδοῦ καὶ πύλης ἐπὶ τὸ πλάτος ἄγοντι τῆς ἐκεῖθεν μακαριότητος. Εἰ δὲ δεῖ Παύλῳ καὶ αὐτῷ Χριστῷ πειθόμενον, πρώτην τῶν ἐντολῶν καὶ μεγίστην, ὡς κεφάλαιον νόμου καὶ προφητῶν τὴν ἀγάπην ὑπολαμβάνειν, ταύτης τὸ κράτιστον εὑρίσκω φιλοπτωχίαν, καὶ τὴν περὶ τὸ συγγενὲς εὐσπλαγχνίαν τε καὶ συμπάθειαν. Οὐδενὶ γὰρ οὕτω τῶν πάντων, ὡς ἐλέῳ, Θεὸς θεραπεύεται, ὅτι μηδὲ οἰκειότερον ἄλλο τούτου Θεῷ, οὗ ἔλεος καὶ ἀλήθεια προπορεύονται, καὶ ᾧ προσοιστέον τὸν ἔλεον πρὸ τῆς κρίσεως· οὐδὲ ἄλλῳ τινὶ μᾶλλον, ἢ φιλανθρωπίᾳ τὸ φιλάνθρωπον ἀντιδίδοται παρὰ τοῦ δικαίως ἀντιμετροῦντος, καὶ τιθέντος ἐν ζυγῷ καὶ σταθμῷ τὸν ἔλεον.

6. Πᾶσι μὲν δὴ πτωχοῖς ἀνοικτέον τὰ σπλάγχνα, καὶ τοῖς καθ᾿ ἡντιναοῦν αἰτίαν κακοπαθοῦσι, κατὰ τὴν, χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων, κελεύουσαν ἐντολήν· καὶ προεισενεκτέον ἀνθρώπους ὄντας ἀνθρώποις τὸν ἔρανον τῆς χρηστότητος, εἴτε διὰ χηρείαν χρῄζοιεν ταύτης, εἴτε δι᾿ ὀρφανίαν, εἴτε ἀποξένωσιν πατρίδος, εἴτε ὠμότητα δεσποτῶν, εἴτε ἀρχόντων θράσος, εἴτε φορολόγων ἀπανθρωπίαν, εἴτε λῃστῶν μιαιφονίαν, εἴτε κλεπτῶν ἀπληστίαν, εἴτε δήμευσιν, εἴτε ναυάγιον· πάντες γὰρ ὁμοίως ἐλεεινοὶ, καὶ οὕτω βλέποντες εἰς τὰς ἡμετέρας χεῖρας, ὡς ἡμεῖς εἰς τὰς τοῦ Θεοῦ, περὶ ὧν ἂν δεώμεθα· καὶ τούτων αὐτῶν οἱ παρ᾿ ἀξίαν κακοπαθοῦντες, τῶν ἐν ἔθει τοῦ δυστυχεῖν ὄντων ἐλεεινότεροι· ἐξαιρέτως δὲ τοῖς ὑπὸ τῆς ἱερᾶς νόσου διεφθαρμένοις, καὶ μέχρι σαρκῶν, καὶ ὀστέων, καὶ μυελῶν, ὡς ἡ κατά τινων ἀπειλὴ, βεβρωμένοις, καὶ προδεδομένοις ὑπὸ τοῦ μοχθηροῦ, καὶ ταπεινοῦ, καὶ ἀπίστου τούτου σώματος· ᾧ πῶς συνεζύγην, οὐκ οἶδα· καὶ πῶς εἰκών τέ εἰμι Θεοῦ, καὶ τῷ πηλῷ συμφύρομαι· ὃ καὶ εὐεκτοῦν πολεμεῖ, καὶ ἀνιᾷ πολεμούμενον· ὃ καὶ ὡς σύνδουλον ἀγαπῶ, καὶ ὡς ἐχθρὸν ἀποστρέφομαι· ὃ καὶ ὡς δεσμὸν φεύγω, καὶ ὡς συγκληρονόμον αἰσχύνομαι· τῆξαι φιλονεικῶ, καὶ οὐκ ἔχω τίνι συνεργῷ πρὸς τὰ κάλλιστα χρήσωμαι, ὡς εἰδὼς εἰς ὃ γέγονα, καὶ ὅτι δεῖ με πρὸς Θεὸν ἀναβῆναι διὰ τῶν πράξεων.

7. Φείδομαι ὡς συνεργοῦ, καὶ οὐκ ἔχω πῶς φύγω τὴν ἐπανάστασιν, ἢ πῶς μὴ ἀπὸ Θεοῦ πέσω βαρηθεὶς ταῖς πέδαις κατασπώσαις, ἢ κατεχούσαις εἰς ἔδαφος. Ἐχθρός ἐστιν εὐμενὴς, καὶ φίλος ἐπίβουλος. Ὢ τῆς συζυγίας καὶ τῆς ἀλλοτριώσεω!ς Ὃ φοβοῦμαι περιέπω, καὶ ὃ στέργω δέδοικα· πρὶν πολεμῆσαι, καταλλάσσομαι· καὶ πρὶν εἰρηνεῦσαι, διίσταμαι. Τίς ἡ περὶ ἐμὲ σοφία; καὶ τί τὸ μέγα τοῦτο μυστήριον; Ἢ βούλεται μοῖραν ἡμᾶς ὄντας Θεοῦ, καὶ ἄνωθεν ῥεύσαντας, ἵνα μὴ διὰ τὴν ἀξίαν ἐπαιρόμενοι καὶ μετεωριζόμενοι καταφρονῶμεν τοῦ κτίσαντος, ἐν τῇ πρὸς τὸ σῶμα πάλῃ καὶ μάχῃ πρὸς αὐτὸν ἀεὶ βλέπειν, καὶ τὴν συνεζευγμένην ἀσθένειαν παιδαγωγίαν εἶναι τοῦ ἀξιώματος· ἵνα εἰδῶμεν οἱ αὐτοὶ μέγιστοί τε ὄντες καὶ ταπεινότατοι, ἐπίγειοι καὶ οὐράνιοι, πρόσκαιροι καὶ ἀθάνατοι, κληρονόμοι φωτὸς καὶ πυρὸς, εἴτ᾿ οὖν σκότους, ὁποτέρως ἂν νεύσωμεν; Τοιοῦτον τὸ κρᾶμα ἡμῶν, καὶ διὰ ταῦτα, ὡς γοῦν ἐμοὶ καταφαίνεται, ἵν᾿ ὅταν ἐπαιρώμεθα διὰ τὴν εἰκόνα, διὰ τὸν χοῦν συστελλώμεθα. Ταῦτα μὲν οὖν ὁ βουλόμενος φιλοσοφείτω, καὶ ἡμεῖς γε συμφιλοσοφήσομεν εὐκαιρότερον.

8. Νυνὶ δὲ, ὅ μοι λέγειν ὁ λόγος ὥρμησε, τῶν ἐμῶν περιαλγοῦντι σαρκῶν, καὶ τῆς ἐμῆς ἀσθενείας ἐν ἀλλοτρίοις πάθεσι, θεραπευτέον, ἀδελφοὶ, τὸ συγγενὲς καὶ ὁμόδουλον. Εἰ γὰρ καὶ ὡς ἐχθροῦ κατηγόρησα διὰ τὸ πάθος, ἀλλὰ καὶ ὡς φίλου περιέχομαι διὰ τὸν συνδήσαντα· καὶ θεραπευτέον οὐχ ἧττον τὰ τῶν πλησίον, ἢ ἕκαστον τὸ ἑαυτοῦ, τῶν τε ὑγιαινόντων, καὶ τῶν ὑπὸ τῆς αὐτῆς νόσου δαπανωμένων. Πάντες γὰρ ἕν ἐσμεν ἐν Κυρίῳ, εἴτε πλούσιος, εἴτε πένης, εἴτε δοῦλος, εἴτε ἐλεύθερος, εἴτε ὑγιαίνων, εἴτε πονηρῶς ἔχων τοῦ σώματος· καὶ μία κεφαλὴ πάντων, ἐξ οὗ τὰ πάντα, Χριστός· καὶ ὅπερ ἐστὶν ἀλλήλοις τὰ μέλη, τοῦτο ἕκαστος ἑκάστῳ, καὶ πᾶσιν ἅπαντες· οὔκουν περιοπτέον, οὐδὲ ἀμελητέον τῶν προεμπεσόντων εἰς τὴν κοινὴν ἀσθένειαν· οὐδὲ ἀγαπητέον μᾶλλον, ὅτι εὖ ἡμῖν ἔχει τὰ σώματα, ἢ πενθητέον, ὅτι ἀθλίως τοῖς ἀδελφοῖς· καὶ ἡγεῖσθαι μίαν ἀσφάλειαν εἶναι τῶν ἡμετέρων σαρκῶν καὶ ψυχῶν, τὴν εἰς ἐκείνους φιλανθρωπίαν· σκοπῶμεν δὲ οὕτως.

9. Τοῖς μὲν ἄλλοις ἑν μόνον ἐλεεινὸν, τὸ τῆς ἀπορίας· ὃ τάχ᾿ ἂν ἢ χρόνος, ἢ πόνος, ἢ φίλος, ἢ συγγενὴς, ἢ καιροῦ μεταβολὴ λύσαιεν. Τοῖς δὲ τοῦτο μὲν οὐδενὸς ἧττον, εἰ μὴ καὶ μᾶλλον, ὅσῳ τοῦ πονεῖν καὶ βοηθεῖν ἑαυτοῖς οὐκ ἔχουσιν, εἰς τὰ ἀναγκαῖα μετὰ τῶν σαρκῶν ἀφῄρηνται, καὶ μείζων ἀεὶ τῆς ἀσθενείας αὐτοῖς μᾶλλον ὁ φόβος, ἢ ἡ τῆς ὑγείας ἐλπίς· ὥστε μικρὸν γοῦν τι βοηθεῖσθαι παρὰ τῆς ἐλπίδος, ἣ μόνον τοῖς ἀτυχοῦσίν ἐστι φάρμακον. Πρὸς δὲ τῇ πενίᾳ, καὶ ἡ νόσος κακὸν δεύτερον, καὶ κακῶν τὸ ἀπευκτότατον, καὶ βαρύτατον, καὶ εἰς κατάραν τοῖς πολλοῖς προχειρότατον. Καὶ τρίτον, τὸ μὴ προσιτοὺς αὐτοὺς εἶναι, μηδὲ θεατοὺς τοῖς πλείοσιν, ἀλλὰ φευκτοὺς, καὶ βδελυκτοὺς, καὶ οἷον ἀποτροπαίους· ὃ καὶ τῆς νόσου τούτοις βαρύτερον, ὅταν αἴσθωνται διὰ τὴν συμφορὰν καὶ μισούμενοι. Ἐγὼ μὲν οὐδὲ ἀδακρυτὶ φέρω τὸ τούτων πάθος, καὶ τῇ μνήμῃ συγχέομαι· πάσχοιτε δὲ καὶ ὑμεῖς ταυτὸν, ἵνα τοῖς δάκρυσι τὰ δάκρυα φύγητε· καὶ πάσχουσί γε, οἶδ᾿ ὅτι, τῶν παρόντων ὅσοι φιλόχριστοι καὶ φιλόπτωχοι, καὶ Θεοῦ, καὶ παρὰ Θεοῦ τὸ ἐλεεῖν ἔχοντες· μάρτυρες δὲ καὶ ὑμεῖς τοῦ πάθους.

10. Πρόκειται τοῖς ὀφθαλμοῖς ἡμῶν θέαμα δεινὸν καὶ ἐλεεινὸν, καὶ πᾶσι, πλὴν τῶν εἰδότων, ἄπιστον, ἄνθρωποι νεκροὶ καὶ ζῶντες, ἠκρωτηριασμένοι τοῖς πλείστοις τοῦ σώματος μέρεσι, μήθ᾿ οἵτινές ποτε ἦσαν, μηδὲ ὅθεν εἰσὶ μικροῦ γινωσκόμενοι· μᾶλλον δὲ τῶν ποτε ἀνθρώπων ἄθλια λείψανα· πατέρας, καὶ μητέρας, καὶ ἀδελφοὺς, καὶ τόπους, ἑαυτῶν γνωρίσματα λέγοντες· Ἐγὼ τοῦ δεῖνος, καὶ ἡ δεῖνά μοι μήτηρ, καὶ τόδε μοι ὄνομα, καὶ σύ μοι φίλος ποτὲ καὶ γνώριμος. Καὶ τοῦτο πράττουσιν, οὐ γὰρ ἔχουσι τῷ παλαιῷ χαρακτῆρι γινώσκεσθαι· ἄνθρωποι περικεκομμένοι, καὶ περιῃρημένοι χρήματα, συγγένειαν, φίλους, αὐτὰ τὰ σώματα· ἄνθρωποι μόνοι τῶν πάντων ἐλεοῦντές τε ἑαυτοὺς, καὶ μισοῦντες ὁμοίως· οὐκ ἔχοντες πότερα μᾶλλον θρηνήσωσι, τὰ μηκέτ᾿ ὄντα τοῦ σώματος, ἢ τὰ μένοντα· ὅσα προανάλωσεν ἡ νόσος, ἢ ὅσα τῇ νόσῳ λείπεται. Τὰ μὲν γὰρ ἀνήλωται δυστυχῶς, τὰ δὲ σώζεται δυστυχέστερον· τὰ μὲν οἴχεται πρὸ τῶν τάφων, τὰ δὲ οὐκ ἔστιν ὁ παραδώσων ταφῇ. Καὶ γὰρ ὁ λίαν χρηστὸς καὶ φιλάνθρωπος, τούτοις ἐστὶν ἀναλγητότατος· κἀνταῦθα μόνον ἐπελαθόμεθα σάρκες ὄντες, καὶ τὸ σῶμα τῆς ταπεινώσεως περικείμενοι· καὶ τοσούτου δέομεν θεραπεύειν τὸ συγγενὲς, ὥστε καὶ τῶν ἡμετέρων σωμάτων ἀσφάλειαν τὴν τούτων φυγὴν νομίζομεν. Καὶ νεκρῷ μὲν ἤδη προσῆλθέ τις παλαιῷ, καὶ τούτῳ τυχὸν ὀδωδότι, καὶ ζώων ἀλόγων ἤνεγκεν ὀδωδότα σώματα, καὶ βορβόρου πλησθεὶς ἠνέσχετο· τούτους δὲ κατὰ κράτος φεύγομεν (ὢ τῆς ἀπανθρωπία!)ς, ὅτι καὶ τὸν αὐτὸν αὐτοῖς σπῶμεν ἀέρα, μικροῦ δυσχεραίνοντες.

11. Τί πατρὸς γνησιώτερον; καὶ τί μητρὸς συμπαθέστερον; Ἀλλ᾿ ἀπεκλείσθη γε τούτοις καὶ ἡ φύσις· καὶ πατὴρ παῖδα τὸν ἑαυτοῦ, ὃν ἐγέννησεν, ὃν ἀνέθρεψεν, ὃν ὀφθαλμὸν βίου μόνον ἔχειν ἐνόμισεν, ὑπὲρ οὗ πολλὰ Θεῷ καὶ πολλάκις προσηύξατο, τοῦτον ὀδύρεται μὲν, ἀπελαύνει δὲ, τὸ μὲν ἑκὼν, τὸ δὲ τυραννούμενος. Καὶ μήτηρ μέμνηται μὲν τῶν ὠδίνων, καὶ τὰ σπλάγχνα σπαράσσεται, καὶ ἀνακαλεῖται λίαν ἐλεεινῶς, καὶ προθεῖσα θρηνεῖ, καθάπερ τεθνηκότα τὸν ζῶντα· Τέκνον, λέγουσα, δυστυχὲς καὶ ἀθλίας μητρὸς, ὅ μοι συνεμερίσατο πικρῶς ἡ νόσος· τέκνον ἐλεεινὸν, τέκνον οὐ γνωριζόμενον, τέκνον, ὃ κρημνοῖς καὶ ὄρεσι καὶ ἐρημίαις ἀνεθρεψάμην· μετὰ θηρίων οἰκήσεις, καὶ σκέπη σοι πέτρα, καὶ τῶν ἀνθρώπων μόνον ὄψονταί σε οἱ εὐσεβέστατοι· καὶ ταῦτα δὴ τὰ τοῦ Ἰὼβ ἐλεεινὰ ῥήματα ἐπιφθέγγεται· Ἵνα τί γὰρ ἐπλάσθης ἐν κοιλίᾳ μητρὸς, ἐκ γαστρὸς δὲ ἐξῆλθες, καὶ οὐκ εὐθὺς ἀπώλου, ὡς συνδραμεῖν τῇ γεννήσει τὸν θάνατον; ἵνα τί δὲ οὐκ ἀπῆλθες ἄωρος, πρὶν γεύσασθαι τῶν τοῦ βίου κακῶν; Ἵνα τί δέ σοι συνήντησε γόνατα; Τί δέ σοι τὸ θηλάσαι μαστοὺς, ἀθλίως ζήσεσθαι μέλλοντι, καὶ ζωὴν θανάτου χαλεπωτέραν; Καὶ ταῦτα λέγει, καὶ ἐπαφίησι πηγὰς δακρύων, καὶ περιπτύξασθαι βούλεται μὲν ἡ δυστυχὴς, φοβεῖται δὲ τὰς τοῦ παιδὸς σάρκας ὡς πολεμίας. Πάνδημοι δὲ καταβοήσεις τε καὶ διώξεις, οὐ κατὰ τῶν ἀδικούντων, ἀλλὰ κατὰ τῶν δυστυχούντων γίνονται. Καὶ φονέα μὲν ἤδη τις συνῳκίσατο, καὶ μοιχῷ μετέδωκεν, οὐ στέγης μόνον, ἀλλὰ καὶ τραπέζης, καὶ βίου κοινωνὸν τὸν ἱερόσυλον εἵλετο, καὶ τοῖς αὐτόν τι διατεθεικόσι κακὸν ἐσπείσατο· τοῦ δὲ τὸ πάθος, ὡς ἔγκλημα, μηδὲν λυπήσαντος ἀπεστράφη. Καὶ πλέον ἔχει νόσου κακία· καὶ τὸ μὲν ἀπάνθρωπον ὡς ἐλευθέριον ἠσπασάμεθα, τὸ δὲ συμπαθὲς ὡς αἰσχρὸν ἠτιμάσαμεν.

12. Ἀπελαύνονται πόλεων, ἀπελαύνονται οἰκιῶν, ἀγορᾶς, συλλόγων, ὁδῶν, πανηγύρεων, συμποσίων, (ὢ τοῦ πάθου!)ς αὐτοῦ τοῦ ὕδατος· οὔτε πηγαὶ ῥέουσαι, τούτοις κοιναὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους, οὔτε ποταμοὶ πιστεύονται μηδὲν ἐφέλκεσθαι τοῦ μολύσματος· καὶ τὸ παραδοξότατον, ὡς ἄγη μὲν ἀπελαύνομεν, ὡς δὲ οὐδὲν λυποῦντας πάλιν πρὸς ἡμᾶς αὐτοὺς ἐπιστρέφομεν, οὐκ οἴκησιν ἀπονέμοντες, οὐ τὰς ἀναγκαίας τροφὰς, οὐ θεραπείαν τοῖς τραύμασιν, οὐ σκέπῃ τὴν νόσον εἰς δύναμιν περιστέλλοντες. Διὰ τοῦτο περιπλανῶνται νυκτὸς καὶ ἡμέρας, ἄποροι, καὶ γυμνοὶ, καὶ ἀνέστιοι, τὴν νόσον ἐπιδεικνύντες, τὰ ἀρχαῖα ἐκδιηγούμενοι, τὸν Πλάστην ἐπιβοώμενοι, χρώμενοι τοῖς ἀλλήλων μέλεσιν ἀντὶ τῶν λειπόντων, σοφισταὶ μελῶν ἑλκόντων ἕλεον, ἄρτου τι μικρὸν αἰτοῦντες, ἢ ὄψου τι βραχύτατον, ἢ ῥάκος τι τρύχινον, βοήθημα τῆς αἰσχύνης, ἢ παραμυθίαν τοῖς ἕλκεσι. Καὶ φιλάνθρωπος οὗτος αὐτοῖς, οὐχ ὃς πρὸς τὴν χρείαν ἤρκεσεν, ἀλλ᾿ ὅστις μὴ πικρῶς ἀπεπέμψατο. Οἱ πολλοὶ δὲ αὐτῶν οὐδὲ ὑπ᾿ αἰσχύνης τὰς πανηγύρεις φεύγουσιν, αὐτὸ μὲν οὖν τοὐναντίον εἰς ταύτας ὠθοῦνται διὰ τὴν χρείαν· ταύτας δὴ λέγω τὰς πανδήμους καὶ ἱερὰς, ἃς ἡμεῖς ἐπὶ θεραπείᾳ τῶν ψυχῶν ἐξεύρομεν, ἢ κατά τι μυστήριον συνιόντες, ἢ τοῖς μάρτυσι τῆς ἀληθείας πανηγυρίζοντες, ἵν᾿ ὧν τοὺς ἀγῶνας τιμῶμεν, μιμώμεθα καὶ τὴν εὐσέβειαν. Καὶ αἰσχύνονται μὲν τοὺς ἀνθρώπους διὰ τὴν συμφορὰν, ὄντες ἄνθρωποι, καὶ βούλοιντ᾿ ἂν ὄρεσιν, ἢ κρημνοῖς, ἢ ὕλαις, ἢ τὸ τελευταῖον νυκτὶ καὶ σκότῳ περικαλύπτεσθαι· ῥιπτοῦνται δὲ ὅμως εἰς μέσον, φόρτος ἐλεεινὸς, καὶ δακρύων ἄξιος. Τοῦτο μὲν ἴσως καὶ κατὰ λόγον, ἵνα ἡμῖν ὦσι τῆς ἀσθενείας ἡμῶν ὑπομνήματα, καὶ πείθωσι μηδενὶ τῶν παρόντων καὶ ὁρωμένων, ὡς ἑστῶτι, προστίθεσθαι. Ῥιπτοῦνται δὲ, οἱ μὲν ἐπιθυμίᾳ φωνῆς ἀνθρωπίνης, οἱ δὲ προσόψεως, οἱ δὲ ἵνα βραχέα ζωῆς ἐφόδια παρὰ τῶν τρυφώντων συλλέξωνται, πάντες δὲ ἵνα τι πράους γεύωνται τοὺς ἑαυτῶν θρήνους δημοσιεύσαντες.

13. Τίς οὐ κατακλᾶται τούτων τοῖς ὀδυρμοῖς, οἰκτρὰν ξυναυλίαν ἁρμοζομένων; τίς ἀκοὴ φέρει τὸ ἄκουσμα; τίς ὄψις χωρεῖ τὸ θέαμα; Οἱ μὲν κεῖνται μετ᾿ ἀλλήλων, κακῶς ὑπὸ τῆς νόσου συνεζευγμένοι, καὶ ἄλλος ἄλλο τι τῆς συμφορᾶς πρὸς τὸ ἐλεεινὸν ἐρανίζοντες· καὶ εἰσὶν ἀλλήλοις προσθήκη τοῦ πάθους, ἐλεεινοὶ τῆς ἀῤῥωστίας, τῆς συμπαθείας ἐλεεινότεροι. Περιίσταται δὲ αὐτοὺς θέατρον συμμιγὲς, συναλγούντων μὲν, ἀλλὰ πρόσκαιρα. Οἱ δὲ κυλινδοῦνται πρὸς τοῖς ποσὶ τῶν ἀνθρώπων ἡλίῳ καὶ κόνει· ἔστι δὲ ὅτε καὶ κρυμοῖς ἀγρίοις, καὶ ὄμβροις, καὶ ταραχαῖς ἀνέμων ταλαιπωρούμενοι, παρὰ τοσοῦτον οὐ συμπατούμενοι, παρ᾿ ὅσον καὶ ψαύειν αὐτῶν βδελυσσόμεθα. Ἀντᾴδει δὲ τοῖς ἱεροῖς ἔνδον μέλεσιν ὁ τῶν αἰτήσεων ὀδυρμὸς, καὶ ταῖς μυστικαῖς φωναῖς θρῆνος ἐλεεινὸς ἀντεγείρεται. Τί δεῖ πᾶσαν αὐτῶν προτιθέναι τὴν συμφορὰν ἀνθρώποις πανηγυρίζουσιν; Ἴσως ἂν καὶ ὑμῖν κινήσαιμι θρῆνον, εἰ πάντα ἐκτραγῳδοίην ἐπιμελῶς, καὶ νικήσει τὴν ἑορτὴν τὸ πάθος. Λέγω γὰρ οὖν ταῦτα, ἐπεὶ μηδέπω δύναμαι πείθειν ὑμᾶς, ὡς ἔστι ποτὲ ἡδονῆς λύπη τιμιωτέρα, καὶ κατήφεια πανηγύρεως, καὶ γέλωτος οὐ καλοῦ δάκρυον ἐπαινούμενον.

14. Οὗτοι μὲν οὖν ταῦτα, καὶ πολλῷ γε ὧν εἶπον ἀθλιώτερα, οἱ κατὰ Θεὸν ἡμῶν ἀδελφοὶ, κἂν μὴ βούλησθε, οἱ τὴν αὐτὴν ἡμῖν λαχόντες φύσιν, οἱ ἐκ τοῦ αὐτοῦ πηλοῦ διηρτισμένοι, ἐξ οὗ τὸ πρῶτον γεγόναμεν, οἱ νεύροις καὶ ὀστέοις ἐνειρμένοι παραπλησίως ἡμῖν, οἱ δέρμα καὶ κρέας ἐνδεδυμένοι πᾶσιν ὁμοίως, ὥς πού φησιν ὁ θεῖος Ἰὼβ ἐμφιλοσοφῶν τοῖς πάθεσι, καὶ διαπτύων ἡμῶν τὸ φαινόμενον· μᾶλλον δὲ, εἰ χρὴ τὸ μεῖζον εἰπεῖν, οἱ τὸ κατ᾿ εἰκόνα καὶ λαχόντες ὁμοίως ἡμῖν, καὶ φυλάσσοντες ἴσως ὑπὲρ ἡμᾶς, εἰ καὶ τὰ σώματα διεφθάρησαν· οἱ τὸν αὐτὸν ἐνδεδυμένοι Χριστὸν κατὰ τὸν ἔσω ἄνθρωπον, καὶ τὸν αὐτὸν ἡμῖν πιστευθέντες ἀῤῥαβῶνα τοῦ Πνεύματος· οἱ τῶν αὐτῶν ἡμῖν μετασχόντες νόμων, λογίων, διαθηκῶν, συνάξεων, μυστηρίων, ἐλπίδων· ὑπὲρ ὧν Χριστὸς ὁμοίως ἀπέθανεν, ὁ παντὸς αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· οἱ συγκληρονόμοι τῆς ἄνω ζωῆς, καὶ εἰ παραπολὺ τῆς ἐνταῦθα διήμαρτον· οἱ συνθαπτόμενοι Χριστῷ, καὶ συνανιστάμενοι· εἴπερ συμπάσχουσιν, ἵνα καὶ συνδοξασθῶσιν.

15. Τί δὲ ἡμεῖς, οἱ τὸ μέγα καὶ καινὸν ὄνομα κεκληρωμένοι, τὸ καλεῖσθαι ἀπὸ Χριστοῦ, τὸ ἅγιον ἔθνος, τὸ βασίλειον ἱεράτευμα, ὁ περιούσιος λαὸς καὶ ἐξαίρετος, ὁ ζηλωτὴς καλῶν ἔργων καὶ σωτηρίων, οἱ Χριστοῦ μαθηταὶ τοῦ πράου καὶ φιλανθρώπου, καὶ τὰς ἀσθενείας ἡμῶν βαστάσαντος, τοῦ ταπεινώσαντος ἑαυτὸν μέχρι τοῦ ἡμετέρου φυράματος, τοῦ δι᾿ ἡμᾶς πτωχεύσαντος τὴν σάρκα ταύτην καὶ τὸ γεῶδες σκῆνος, καὶ ὀδυνηθέντος καὶ μαλακισθέντος ὑπὲρ ἡμῶν, ἵνα ἡμεῖς πλουτήσωμεν τὴν θεότητα; Τί οὖν ἡμεῖς, οἱ τοσοῦτον εὐσπλαγχνίας καὶ συμπαθείας λαβόντες ὑπόδειγμα· τί διανοησόμεθα περὶ τούτων, καὶ τί ποιήσομεν; Περιοψόμεθα; παραδραμούμεθα; Καταλείψομεν ὡς νεκροὺς, ὡς ἐβδελυγμένους, ὡς ἑρπετῶν καὶ θηρίων τὰ πονηρότατα; Μηδαμῶς, ἀδελφοί· οὔτε πρὸς ἡμῶν ταῦτα, τοῦ Χριστοῦ θρεμμάτων, τοῦ ἀγαθοῦ Ποιμένος, τοῦ τὸ πλανώμενον ἐπιστρέφοντος, καὶ τὸ ἀπολωλὸς ἐκζητοῦντος, καὶ τὸ ἀσθενὲς ἐνισχύοντος· οὔτε πρὸς τῆς ἀνθρωπίνης φύσεως, ἣ τὸ συμπαθὲς ἐνομοθέτησεν, ἐκ τῆς ἴσης ἀσθενείας μαθοῦσα τὸ εὐσεβὲς καὶ φιλάνθρωπον.

16. Ἀλλ᾿ οἱ μὲν ὕπαιθροι ταλαιπωρήσουσιν, ἡμεῖς δὲ οἰκήσομεν οἰκίας ὑπερλάμπρους, λίθοις παντοίοις διηνθισμένας, καὶ χρυσῷ καὶ ἀργύρῳ καταστραπτούσας, καὶ ψηφῖδος λεπτῆς διαθέσει, καὶ ποικιλίᾳ γραφῆς, ὀφθαλμῶν ἀπατηλοῖς δελεάσμασι; Καὶ τὰς μὲν οἰκήσομεν, τὰς δὲ οἰκοδομήσομεν, τίσιν; Οὐδὲ κληρονόμοις ἴσως ἡμῶν, ἀλλὰ ξένοις καὶ ἀλλοτρίοις, καὶ τούτων ἴσως οὐδὲ τοῖς ἀγαπῶσιν ἡμᾶς, ἀλλὰ τοῖς ἀπεχθεστάτοις καὶ φθονερωτάτοις, ὃ κακῶν ἔσχατον. Καὶ οἱ μὲν ῥιγώσουσιν ἐν τρυχίνοις καὶ διεσπασμένοις ῥάκεσι, μᾶλλον δὲ οὐδὲ τούτων τυχὸν εὐπορήσουσιν· ἡμεῖς δὲ θρύψομεν ἡμᾶς αὐτοὺς ἐσθῆτι μαλακῇ καὶ περιῤῥεούσῃ, καὶ τοῖς ἐκ λίνου καὶ σηρῶν ἀερίοις ὑφάσμασι, καὶ τοῖς μὲν ἐνασχημονήσομεν μᾶλλον, ἤπερ ἐμπρέψομεν (οὕτω γὰρ ἐγὼ καλῶ πᾶν τὸ περιττὸν καὶ περίεργον), τὰ δὲ ἔνδον ἡμῖν ἀποκείσεται φροντὶς ἄχρηστος καὶ ἀνόνητος, σητῶν δαπάνη καὶ χρόνου τοῦ τὰ πάντα καταναλίσκοντος· καὶ οἱ μὲν, οὐδὲ τῆς ἀναγκαίας τροφῆς εὐπορήσουσιν, (ὢ τῆς ἐμῆς τρυφῆς, καὶ τῆς ἐκείνων ταλαιπωρία!)ς ἀλλὰ κείσονται πρὸ τῶν ἡμετέρων θυρῶν, ἐκλυόμενοι καὶ λιμώττοντες, οὐδὲ τὰς πρὸς τὴν αἴτησιν ἀφορμὰς παρὰ τοῦ σώματος ἔχοντες, ἐστερημένοι φωνῶν μὲν, εἰς τὸ ὀδύρεσθαι, χειρῶν δὲ, εἰς τὸ προτείνειν ἐφ᾿ ἱκεσίᾳ, ποδῶν δὲ, εἰς τὸ προσιέναι τοῖς ἔχουσιν, ἀναπνοῶν δὲ, εἰς εὐτονίαν τῆς θρηνῳδίας, τὸ βαρύτατον τῶν κακῶν κουφότατον κρίνοντες, τοῖς ὀφθαλμοῖς μόνον εὐχαριστοῦντες, ὅτι μὴ τὴν ἑαυτῶν λώβην βλέπουσιν;

17. Καὶ οἱ μὲν οὕτως· ἡμεῖς δὲ ἀνακεισόμεθα λαμπροὶ λαμπρῶς ἐπὶ στιβάδος ὑψηλῆς τε καὶ μετεώρου, καὶ τῶν περιττῶν καὶ ἀψαύστων ἐπιβλημάτων, κἂν φωνῆς ἀκούσωμεν τῶν αἰτήσεων δυσχεραίνοντες. Δεῖ δὲ ἡμῖν τὸ μὲν ἔδαφος εὐωδεῖν ἄνθεσι, πολλάκις καὶ τῆς ὥρας ἔξω, τὴν δὲ τράπεζαν κατεῤῥάνθαι μύροις, καὶ μύρων τοῖς εὐωδεστάτοις τε καὶ πολυτελεστάτοις, ἵνα καὶ μᾶλλον ἐκθηλυνώμεθα· παῖδας δὲ παρεστάναι, τοὺς μὲν ἐν κόσμῳ καὶ ἐφεξῆς, ἀνέτους τὰς κόμας καὶ θηλυδρίας, καὶ τῇ κατὰ πρόσωπον κουρᾷ περιειργασμένους, πλεῖον ἢ ὅσον συμφέρει λίχνοις ὀφθαλμοῖς κεκοσμημένους· τοὺς δὲ τὰς κύλικας ἐπ᾿ ἄκρων δακτύλων ἔχοντας, ὡς οἷόν τε εὐπρεπέστατά τε ὁμοῦ καὶ ἀσφαλέστατα· τοὺς δὲ ὑπὲρ κεφαλῆς ἄνεμον ταῖς ῥιπῖσι σοφιζομένους, καὶ ταῖς ἐκ χειρῶν αὔραις τὸ πλῆθος τῶν σαρκῶν ἀναψύχοντας· καὶ τὰ ἐπὶ τούτοις, πλήθειν μὲν κρεῶν τὴν τράπεζαν, πάντων χορηγούντων ἡμῖν τῶν στοιχείων πλουσίως, ἀέρος, γῆς, ὕδατος· καὶ στενοχωρεῖσθαι τοῖς μαγείρων καὶ ὀψοποιῶν μαγγανεύμασιν, ἀγῶνα δὲ εἶναι πᾶσιν, ὅστις ὡς μάλιστα τὴν λίχνην ἡμῖν καὶ ἀχάριστον κολακεύσει γαστέρα, τὸ βαρὺ φορτίον καὶ ἀρχέκακον, τὸ ἀπληστότατον θηρίον καὶ ἀπιστότατον, τὴν καταργουμένην αὐτίκα σὺν τοῖς καταργουμένοις βρώμασι. Καὶ τοῖς μὲν πολύ τι κόρος καὶ ὕδατος, ἡμῖν δὲ καὶ μέχρι μέθης οἱ τοῦ οἴνου κρατῆρες, μᾶλλον δὲ καὶ ὑπὲρ τὴν μέθην, τοῖς γε ἀκολαστοτέροις· καὶ τὸν μὲν ἀποπεμψόμεθα τῶν οἴνων, τὸν δὲ ἐγκρινοῦμεν ὡς ἀνθοσμίαν, περὶ δὲ τοῦ φιλοσοφήσομεν, ζημία δὲ, εἰ μὴ προσέσται τῷ ἐγχωρίῳ καὶ τῶν ὀνομαζομένων ξένων τις, ὥσπερ τύραννος. Δεῖ γὰρ ἡμᾶς ἁβροὺς καὶ τῆς χρείας περιττοτέρους, ἢ εἶναι, ἢ νομίζεσθαι, ὥσπερ αἰσχυνομένους, εἰ μὴ κακοὶ νομιζοίμεθα, καὶ δοῦλοι γαστρὸς, καὶ τῶν ὑπὸ γαστέρα.

18. Τί ταῦτα, ὦ φίλοι καὶ ἀδελφοί; τί νοσοῦμεν καὶ αὐτοὶ τὰς ψυχὰς, νόσον πολὺ τῆς τῶν σωμάτων χαλεπωτέραν; Ὅσῳ τὴν μὲν ἀκούσιον οἶδα, τὴν δὲ ἐρχομένην ἐκ προαιρέσεως· καὶ τὴν μὲν τῇ ζωῇ ταύτῃ συγκαταλυομένην, τὴν δὲ συναπιοῦσαν ἡμῖν μεθισταμένοις· καὶ τὴν μὲν ἐλεουμένην, τὴν δὲ μισουμένην, τοῖς γε νοῦν ἔχουσιν. Τί μὴ βοηθοῦμεν τῇ φύσει καιρὸν ἔχοντες; τί μὴ περιστέλλομεν, σάρκες ὄντες, τῆς σαρκὸς τὴν ταπείνωσιν; τί τρυφῶμεν ἐν τοῖς τῶν ἀδελφῶν δυστυχήμασι; Μή μοι γένοιτο, μήτε πλουτεῖν, τούτων ἀπορουμένων· μήτε εὐεκτεῖν, εἰ μὴ βοηθοίην τοῖς τούτων τραύμασι· μὴ τροφῆς ἱκανῶς ἔχειν, μὴ σκέπης, μὴ ὑπὸ στέγην ἀναπαύεσθαι, εἰ μὴ καὶ ἄρτον ὀρέξαιμι, καὶ μεταδοίην ἐσθῆτος εἰς δύναμιν, καὶ ὑπὸ στέγην ἀναπαύσαιμι. Ἀλλ᾿ ἤτοι πάντα ἀποθετέον Χριστῷ, ἵνα γνησίως ἀκολουθήσωμεν αὐτῷ, τὸν σταυρὸν ἀράμενοι, καὶ ἀναπτῶμεν ὡς κοῦφοι πρὸς τὸν ἄνω κόσμον, καὶ εὐσταλεῖς ὑπὸ μηδενὸς καθελκόμενοι, καὶ κερδήσωμεν ἀντὶ πάντων Χριστὸν, διὰ ταπείνωσιν ὑψωθέντες, καὶ διὰ πενίαν πλουτήσαντες· ἢ Χριστῷ τὰ ὄντα συμμεριστέον, ἵνα πως καὶ τὸ ἔχειν, διὰ τοῦ καλῶς ἔχειν, ἁγιασθῇ, καὶ τοῦ κοινωνεῖν τοῖς μὴ ἔχουσιν. Εἰ δὲ καὶ σπείραιμι ἐμαυτῷ μόνῳ, σπείραιμι ἄρα, καὶ ἄλλοι φάγοιεν· καὶ ἵνα πάλιν εἴπω τὸ τοῦ Ἰώβ· Ἀντὶ πυροῦ ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος· καύσων δὲ ἄνεμος ὑπολάβοι, καὶ ὑφέλοιτο λαῖλαψ τοὺς ἐμοὺς πόνους, ἵνα εἰς κενὸν κοπιάσαιμι. Εἰ δὲ καὶ ἀποθήκας οἰκοδομήσαιμι ἐκ τῶν μαμωνᾶ θησαυρίζων, καὶ μαμωνᾷ, ταύτῃ τῇ νυκτὶ τὴν ψυχὴν ἀπαιτηθείην, λόγον ὑφέξων, ὧν κακῶς ἐθησαύρισα.

19. Οὐ σωφρονήσομεν ὀψὲ γοῦν; οὐ καταβαλοῦμεν τὴν ἀναλγησίαν, ἵνα μὴ λέγω μικρολογίαν; οὐ τὰ ἀνθρώπινα λογιούμεθα; οὐκ ἐν τοῖς ἑτέρων κακοῖς τὰ ἡμέτερα εὖ θησόμεθα; Φύσει μὲν γὰρ οὐδὲν τῶν ἀνθρωπίνων βέβαιον, οὐδὲ ὁμαλὸν, οὐδὲ αὔταρκες, οὐδὲ ἐπὶ τῶν αὐτῶν ἱστάμενον· ἀλλὰ κύκλος τις τῶν ἡμετέρων περιτρέχει πραγμάτων, ἄλλοτε ἄλλας ἐπὶ μιᾶς ἡμέρας πολλάκις, ἔστι δ᾿ ὅτε καὶ ὥρας, φέρων μεταβολάς· καὶ αὔραις μᾶλλον ἔστι πιστεύειν οὐχ ἱσταμέναις, καὶ νηὸς ποντοπορούσης ἴχνεσι, καὶ νυκτὸς ἀπατηλοῖς ὀνείρασιν, ὧν πρὸς ὀλίγον ἡ χάρις, καὶ ὅσα κατὰ ψαμάθων παῖδες τυποῦσι παίζοντες, ἢ ἀνθρώπων εὐημερίᾳ· σώφρονες δὲ, οἱ διὰ τὸ μὴ πιστεύειν τοῖς παροῦσι, τὸ μέλλον ἑαυτοῖς θησαυρίζοντες· καὶ διὰ τὸ τῆς ἀνθρωπίνης εὐπραγίας ἄστατον καὶ ἀνώμαλον, τὴν οὐ πίπτουσαν ἀγαπῶντες χρηστότητα, ἵνα τριῶν ἕν γέ τι πάντως κερδάνωσιν· ἢ τὸ μή ποτε πρᾶξαι κακῶς, ἐπεὶ καὶ τοῖς ἐντεῦθεν χρηστοῖς πολλάκις δεξιοῦται τὸ θεῖον τοὺς εὐσεβεῖς, χρηστότητι τὸ συμπαθὲς προκαλούμενον· ἢ τὸ παῤῥησίαν ἔχειν ἐν ἑαυτοῖς πρὸς Θεὸν, ὡς οὐ διὰ κακίαν, ἀλλὰ διά τινα οἰκονομίαν κακοπαθήσαντες· ἢ, τὸ τελευταῖον, ὡς ὀφειλομένην ἀπαιτεῖν τὴν παρὰ τῶν εὖ πραττόντων φιλανθρωπίαν, ἣν τοῖς χρῄζουσι προεισήνεγκαν, δεξιῶς αὐτοὶ πράττοντες.

20. Μὴ καυχάσθω, φησὶν, ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μηδὲ ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, μηδὲ ὁ δυνατὸς ἐν τῇ ἰσχύι αὐτοῦ· κἂν εἰς τὸ ἄκρον ὦσιν ἐληλακότες, ὁ μὲν σοφίας, ὁ δὲ περιουσίας, ὁ δὲ δυνάμεως. Ἐγὼ δὲ προσθήσω καὶ ἃ τούτοις ἕπεται· Μηδὲ ὁ περίβλεπτος ἐν τῇ δόξῃ, μηδὲ ὁ εὐεκτῶν ἐν τῇ ὑγιείᾳ, μηδὲ ὁ καλὸς ἐν τῇ ὥρᾳ, μηδὲ ὁ νέος ἐν τῇ νεότητι, μηδὲ ἐν ἄλλῳ μηδενὶ τῶν ἐνταῦθα ἐπαινουμένων, εἰ δεῖ συνελόντα εἰπεῖν, ὁ ὑπὸ τούτου φυσώμενος· ἀλλ᾿ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος μόνον, ἐν τῷ συνιεῖν καὶ ἐκζητεῖν τὸν Θεὸν, καὶ συναλγεῖν τοῖς πάσχουσι, καὶ πρὸς τὸ μέλλον ἑαυτῷ τι χρηστὸν ἀποτίθεσθαι. Τὰ μὲν γάρ ἐστι ῥευστὰ καὶ πρόσκαιρα, καὶ, ὥσπερ ἐν παιδιᾷ ψήφων, ἄλλοτε εἰς ἄλλους μεταῤῥιπτούμενα, καὶ μετατιθέμενα· καὶ οὐδὲν οὕτω τοῦ κατέχοντος ἴδιον, ὡς ἢ μὴ χρόνῳ παυθῆναι, ἢ φθόνῳ μετατεθῆναι· τὰ δὲ ἑστῶτα καὶ μένοντα, καὶ οὔποτε ὑποχωροῦντα, οὐδὲ μεταπίπτοντα, οὐδὲ σφάλλοντα τὰς τῶν πεπιστευκότων ἐλπίδας. Ἀλλ᾿ ἐμοὶ μὲν καὶ διὰ τοῦτο δοκεῖ, μηδὲν τῶν ἐνταῦθα ἀγαθῶν εἶναι πιστὸν τοῖς ἀνθρώποις, μηδὲ πολυχρόνιον· ἀλλ᾿ εἴπερ τι ἄλλο, καὶ τοῦτο καλῶς τῷ τεχνίτῃ Λόγῳ καὶ τῇ πάντα νοῦν ὑπερεχούσῃ Σοφίᾳ μεμηχανῆσθαι, παίζεσθαι ἡμᾶς ἐν τοῖς ὁρωμένοις, ἄλλοτε ἄλλως μεταβαλλομένοις καὶ μεταβάλλουσι, καὶ ἄνω καὶ κάτω φερομένοις τε καὶ περιτρεπομένοις, καὶ πρὶν ληφθῆναι ἀπιοῦσι καὶ φεύγουσιν· ἵνα τὸ ἐν τούτοις ἄστατον καὶ ἀνώμαλον θεωρήσαντες, πρὸς τὸ μέλλον μεθορμησώμεθα. Τί γὰρ ἂν ἐποιήσαμεν, ἑστῶτος τοῦ εὖ πράττειν ἡμῖν, ὁπότε, οὐ μένοντος, τοσοῦτον αὐτῷ προσδεδέμεθα, καὶ οὕτως ἡμᾶς ἡ περὶ τοῦτο ἡδονὴ καὶ ἀπάτη ἔχει δουλώσασα, ὥστε μηδὲν κρεῖττον, μηδὲ ὑψηλότερον τῶν παρόντων διανοεῖσθαι δύνασθαι, καὶ ταῦτα κατ᾿ εἰκόνα Θεοῦ γεγονέναι καὶ ἀκούοντας καὶ πιστεύοντας, τὴν ἄνω τε οὖσαν καὶ πρὸς ἑαυτὴν ἕλκουσαν;

21. Τίς σοφὸς, καὶ συνήσει ταῦτα; Τίς παραδραμεῖται τὰ παρατρέχοντα; τίς προσθήσεται τοῖς ἐπιμένουσι; τίς περὶ τῶν παρόντων, ὡς ἀπιόντων διανοηθήσεται; τίς περὶ τῶν ἐλπιζομένων, ὡς ἱσταμένων; τίς διαιρήσει τὰ ὄντα καὶ τὰ φαινόμενα, καὶ τοῖς μὲν ἕψεται, τῶν δὲ ὑπερόψεται; τίς γραφὴν καὶ ἀλήθειαν; τίς τὴν κάτω σκηνὴν, καὶ τὴν ἄνω πόλιν; τίς παροικίαν καὶ κατοικίαν; τίς σκότος ἀπὸ τοῦ φωτός; τίς ἰλὺν βυθοῦ καὶ ἁγίαν γῆν; τίς σάρκα καὶ πνεῦμα; τίς Θεὸν καὶ κοσμοκράτορα; τίς θανάτου σκιὰν, καὶ ζωὴν τὴν αἰώνιον; τίς τοῖς παροῦσι τὸ μέλλον ὠνήσεται; τίς τῷ ῥέοντι πλούτῳ τὸν μὴ λυόμενον; τίς τοῖς ὁρωμένοις τὰ μὴ βλεπόμενα; Μακάριος μὲν οὖν, ὅστις ταῦτα διακρίνων, καὶ διαιρῶν τῇ τομῇ τοῦ Λόγου, τῇ διαιρούσῃ τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διατίθεται, ὥς πού φησιν ὁ θεῖος Δαβὶδ, καὶ τὴν κοιλάδα τοῦ κλαυθμῶνος ταύτην φεύγων, ὁπόση δύναμις, τὰ ἄνω ζητεῖ, καὶ σταυρούμενος κόσμῳ μετὰ Χριστοῦ, Χριστῷ συνίσταται, καὶ Χριστῷ συνανέρχεται, τῆς οὐκέτι μεταπιπτούσης ζωῆς οὐδὲ ἀπατηλῆς κληρονόμος· οὗ μηκέτι δάκνων ὄφις ἐπὶ ὁδοῦ, οὐδὲ τηρῶν πτέρναν, καὶ κεφαλὴν τηρούμενος. Τοῖς δὲ λοιποῖς ἡμῖν καλῶς ὁ αὐτὸς ἐμβοᾷ Δαβὶδ, ὥσπερ τις μεγαλοφωνότατος κῆρυξ ἀπὸ ὑψηλοῦ καὶ πανδήμου κηρύγματος, βαρυκαρδίους τε ἀποκαλῶν, καὶ ἀγαπῶντας ψεῦδος, μὴ σφόδρα περιέχεσθαι τῶν ὁρωμένων, μηδὲ ἄλλο τι ἢ κόρον σίτου καὶ οἴνου τῶν φθειρομένων, πᾶσαν τὴν ἐντεῦθεν εὐδαιμονίαν ὑπολαμβάνειν. Καὶ τάχα που τοῦτο καὶ ὁ μακάριος ἐννοῶν Μιχαίας, καὶ τῶν χαμαὶ ἐρχομένων καὶ δοκούντων ἀγαθῶν κατεξανιστάμενος, Ἐγγίσατε, φησὶν, ὄρεσιν αἰωνίοις· ἀνάστα καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις· τοῦτο μὲν οὖν ἤδη καὶ τοῖς ῥήμασιν αὐτοῖς μικροῦ σύμφωνον, οἷς ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν διακελεύεται, τί λέγων; Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν· οὐ τοὺς τότε μαθητὰς μόνον ἐξ ἐκείνου μόνου τοῦ τόπου μετατιθεὶς, ὡς ἂν οἰηθείη τις, ἀλλ᾿ ἀεὶ καὶ πάντας τοὺς ἑαυτοῦ μαθητὰς ἀπὸ γῆς καὶ τῶν περὶ γῆν εἰς οὐρανοὺς ἕλκων καὶ τὰ οὐράνια.

22. Τοιγαροῦν, ἀκολουθήσωμεν ἤδη τῷ Λόγῳ, ζητήσωμεν τὴν ἐκεῖθεν ἀνάπαυσιν, ῥίψωμεν τὴν ἐντεῦθεν περιουσίαν· ὃ καλόν ἐστι ταύτης, τοῦτο μόνον κερδάνωμεν, κτησώμεθα τὰς ἑαυτῶν ψυχὰς ἐν ἐλεημοσύναις, μεταδῶμεν τῶν ὄντων τοῖς πένησιν, ἵνα τὰ ἐκεῖθεν πλουτήσωμεν. Δὸς μερίδα καὶ τῇ ψυχῇ, μὴ τῇ σαρκὶ μόνον· δὸς μερίδα καὶ τῷ Θεῷ, μὴ τῷ κόσμῳ μόνον· ὕφελέ τι τῆς γαστρὸς, τῷ πνεύματι καθιέρωσον· ἅρπασόν τι τοῦ πυρὸς, ἀπόθου μακρὰν ἀπὸ τῆς κάτω νεμομένης φλογός· ἅρπασον τοῦ τυράννου, καταπίστευσον τῷ Δεσπότῃ. Δὸς μερίδα τοῖς ἑπτὰ, τῷ βίῳ τούτῳ, καί γε τοῖς ὀκτὼ, τῷ μετὰ τοῦτον ἡμᾶς ἐκδεξομένῳ· δὸς ὀλίγον, παρ᾿ οὗ τὸ πλεῖον ἔχεις· δὸς καὶ τὸ πᾶν, τῷ τὰ πάντα χαρισαμένῳ. Οὐδέποτε νικήσεις μεγαλοδωρεὰν Θεοῦ, κἂν πάντα πρόῃ τὰ ὄντα, κἂν τοῖς οὖσι σεαυτὸν προσθῇς. Καὶ τοῦτο γάρ ἐστι λαβεῖν, τὸ τῷ Θεῷ δοθῆναι· ὅσον ἐὰν εἰσενέγκῃς, πλεῖον ἀεὶ τὸ λειπόμενον· καὶ οὐδὲν δώσεις ἴδιον, ὅτι τὰ πάντα παρὰ Θεοῦ. Καὶ ὥσπερ οὐκ ἔστιν ὑπερβῆναι τὴν ἑαυτοῦ σκιὰν ὑποχωροῦσαν καθόσον πρόιμεν, καὶ τὸ ἴσον ἀεὶ προέχουσαν· οὐδὲ ὑπὲρ τὴν κεφαλὴν γενέσθαι σώματος μέγεθος ὑπερκειμένην ἀεὶ τοῦ σώματος· οὕτως οὐδὲ οἷς δίδομεν νικῆσαι Θεόν. Οὐ γὰρ ἔξω τι τῶν αὐτοῦ δίδομεν, οὐδὲ ὑπὲρ τὴν ἐκείνου φιλοτιμίαν.

23. Γνῶθι πόθεν σοι τὸ εἶναι, τὸ ἀναπνεῖν, τὸ φρονεῖν, αὐτὸ τὸ μέγιστον, τὸ γινώσκειν Θεόν, βασιλείαν οὐρανῶν ἐλπίζειν, ἀγγέλων ἰσοτιμίαν, δόξης θεωρίαν, νῦν μὲν τὴν ἐν ἐσόπτροις τε καὶ αἰνίγμασι, τότε δὲ τὴν τελεωτέραν τε καὶ καθαρωτέραν· υἱὸν γενέσθαι Θεοῦ, συγκληρονόμον Χριστοῦ, τολμήσας εἴπω, καὶ θεὸν αὐτόν; Πόθεν σοι ταῦτα πάντα, καὶ παρὰ τίνος; Ἢ, ἵνα τὰ μικρὰ λέγω καὶ τὰ ὁρώμενα, τίς ἔδωκέ σοι κάλλος οὐρανοῦ βλέπειν, ἡλίου δρόμον, σελήνης κύκλον, ἀστέρων πλῆθος, καὶ τὴν ἐν τούτοις πᾶσιν, ὥσπερ ἐν λύρᾳ, εὐαρμοστίαν καὶ τάξιν ὡσαύτως ἔχουσαν, ὡρῶν ἀλλαγὰς, μεταβολὰς καιρῶν, ἐνιαυτῶν περιόδους, ἡμέρας καὶ νυκτὸς ἰσομοιρίαν, γῆς ἐκφύσεις, ἀέρος χύσιν, πλάτη θαλάττης λελυμένης καὶ ἱσταμένης, βάθη ποταμῶν, ἀνέμων ῥεύματα; Τίς ὑετοὺς, γεωργίαν, τροφὰς, τέχνας, οἰκήσεις, νόμους, πολιτείας, βίον ἥμερον, οἰκείωσιν πρὸς τὸ συγγενές; Πόθεν σοι τῶν ζώων τὰ μὲν ἡμέρωται καὶ ὑπέζευκται, τὰ δὲ τροφῇ παραδέδοται; Τίς σε κύριον καὶ βασιλέα πάντων κατέστησε τῶν ἐπὶ τῆς γῆς; Τίς, ἵνα μὴ καθ᾿ ἕκαστον λέγω, πάντα, οἷς προέχει τῶν ἄλλων ἄνθρωπος, ἐδωρήσατο; Οὐχ οὗτος, ὃς νῦν πρὸ πάντων καὶ ἀντὶ πάντων αἰτεῖ παρὰ σοῦ τὸ φιλάνθρωπον; Εἶτα οὐκ αἰσχυνόμεθα, εἰ τοσαῦτα παρ᾿ αὐτοῦ, τὰ μὲν λαβόντες, τὰ δὲ ἐλπίζοντες, μηδὲ ἑν τοῦτο εἰσοίσομεν τῷ Θεῷ, τὸ φιλάνθρωπον; Ἀλλ᾿ ὁ μὲν τῶν θηρίων ἡμᾶς ἐχώρισε, καὶ λόγῳ μόνους τῶν ἐπὶ γῆς ἐτίμησεν· ἡμεῖς δὲ ἡμᾶς αὐτοὺς θηριώσομεν, καὶ τοσοῦτον ὑπὸ τῆς τρυφῆς διεφθάρμεθα, ἢ μεμήναμεν, ἢ, οὐκ ἔχω τί λέγειν, ὥστε ὁμοῦ τῇ μάζῃ καὶ τοῖς πιτύροις, ἃ κακῶς ἴσως ἐπορισάμεθα, καὶ τὴν φύσιν εἶναι βελτίους αὐτῶν οἰησόμεθα; Καὶ ὥςπερ ἦν τι τὸ παλαιὸν, ὅσον ἐπὶ τοῖς μύθοις, γένος γιγάντων καὶ τῶν λοιπῶν ἀνθρώπων· οὕτω καὶ ἡμεῖς τούτοις ἐσόμεθα ὑψηλοί τε καὶ ὑπὲρ ἄνθρωπον, οἷον Νεβρὼδ ἐκεῖνος, ἢ τὸ τοῦ Ἐνὰκ γένος, ἐκθλίβον πάλαι τὸν Ἰσραὴλ, ἢ δι᾿ οὓς ὁ κατακλυσμὸς τὴν γῆν ἐκάθηρεν; Καὶ ὁ μὲν οὐκ αἰσχύνεται Πατὴρ ἡμῶν καλεῖσθαι, Θεὸς ὢν καὶ Δεσπότης· ἡμεῖς δὲ καὶ τὸ συγγενὲς ἀρνησόμεθα;

24. Μηδαμῶς, ὦ φίλοι καὶ ἀδελφοὶ, μὴ γενώμεθα κακοὶ τῶν δοθέντων ἡμῖν οἰκονόμοι, ἵνα μὴ ἀκούωμεν Πέτρου λέγοντος· Αἰσχύνθητε, οἱ κατέχοντες τὰ ἀλλότρια, καὶ μιμήσασθε ἰσότητα Θεοῦ, καὶ οὐδεὶς ἔσται πένης. Μὴ κάμνωμεν θησαυρίζοντες καὶ φυλάσσοντες, ἄλλων πενίᾳ καμνόντων, μὴ ὀνειδίσῃ καὶ ἀπειλήσῃ πικρῶς ἡμῖν, ἔνθεν μὲν ὁ θεῖος Ἀμὼς ἐν τούτοις τοῖς ῥήμασιν· Ἄγε νῦν, οἱ λέγοντες· Πότε διελεύσεται ὁ μὴν, καὶ ἐμπωλήσωμεν· καὶ τὰ Σάββατα, καὶ ἀνοίξωμεν θησαυρούς; καὶ τὰ ἐπὶ τούτοις, δι᾿ ὧν τοῖς μέγα καὶ μικρὸν στάθμιον κτωμένοις, τὴν τοῦ Θεοῦ μῆνιν ἐπανατείνεται· ἔνθεν δὲ ὁ μακάριος Μιχαίας, τάχα μὲν καὶ αὐτὴν τὴν τρυφὴν ἐπικόπτων, ὡς τοῦ κόρου τὴν ὕβριν τίκτοντος, καὶ τὸ κατασπαταλᾷν ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ τοῖς πρώτοις τῶν μύρων θρύπτεσθαι, μόσχοις τε ἁπαλοῖς ἐκ βουκολίων καὶ ἐρίφοις ἐκ ποιμνίων πιαίνεσθαι, καὶ πρὸς τὴν φωνὴν τῶν ὀργάνων ἐπικροτεῖν, καὶ ἔτι μᾶλλον τὸ οἴεσθαι στάσιμόν τι τούτων εἶναι καὶ μόνιμον· τάχα δὲ οὐχ οὕτω ταῦτα δεινὰ νομίζων, ὡς τὸ μηδὲν πάσχειν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσὴφ αὐτοὺς τρυφῶντας· τοῦτο γὰρ τῇ τῆς πλησμονῆς κατηγορίᾳ προστίθησιν· ὃ μὴ πάθωμεν νῦν ἡμεῖς, μηδὲ τοσοῦτον τρυφήσωμεν, ὥστε καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας καταφρονεῖν τούτοις δυσχεραίνοντος, κἂν μὴ παρὰ πόδας, μηδὲ ὁμοῦ τῇ κακίᾳ τὴν ὀργὴν ἐπάγῃ τοῖς ἁμαρτάνουσιν.

25. Μιμησώμεθα νόμον Θεοῦ τὸν ἀνωτάτω καὶ πρῶτον, ὃς βρέχει μὲν ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς, ἀνατέλλει δὲ πᾶσιν ὁμοίως τὸν ἥλιον· γῆν δὲ χερσαίοις πᾶσιν ἥπλωσεν ἄνετον, καὶ κρήνας, καὶ ποταμοὺς, καὶ ὕλας· ἀέρα δὲ πτηναῖς φύσεσι, καὶ ὕδωρ ὅσοις ὁ βίος ἔνυδρος, καὶ τὰς πρώτας τοῦ ζῇν ἀφορμὰς ἀφθόνους ἅπασιν ἐχαρίσατο, οὐ δυναστείᾳ κρατουμένας, οὐ νόμῳ περιγραφομένας, οὐχ ὁρίοις διειργομένας· ἀλλὰ καὶ κοινὰς τὰς αὐτὰς καὶ πλουσίας, καὶ οὐδὲν παρὰ τοῦτο ἐνδεεστέρας προέθηκεν· τό τε τῆς φύσεως ὁμότιμον ἰσότητι τῆς δωρεᾶς τιμῶν, καὶ δεικνὺς τὸν πλοῦτον τῆς ἑαυτοῦ χρηστότητος. Ἄνθρωποι δὲ χρυσὸν, καὶ ἄργυρον, καὶ τῆς ἐσθῆτος ὅση μαλακὴ, καὶ ὑπὲρ τὴν χρείαν, καὶ τῶν λίθων τοὺς διαυγεῖς κατορύξαντες, εἴτε τι ἄλλο τοιοῦτον, ἃ πολέμου, καὶ στάσεως, καὶ τῆς πρώτης τυραννίδος ἐστὶ γνωρίσματα, ἔπειτα αἴρουσι τὴν ὀφρὺν ὑπὸ ἀνοίας, καὶ τοῖς ἀτυχοῦσι τῶν συγγενῶν τὸν ἔλεον ἀποκλείουσιν, οὐδὲ τοῖς περιττοῖς εἰς τὰ ἀναγκαῖα βοηθεῖν θέλοντες, (ὢ τῆς ἀπαιδευσία!ς ὢ τῆς σκαιότητο!)ς οὐδ᾿ εἰ μή τι ἄλλο, ἐκεῖνό γε ἐνθυμούμενοι, ὅτι πενία καὶ πλοῦτος, ἐλευθερία τε, ἥν φαμεν, καὶ δουλεία, καὶ τὰ τοιαῦτα τῶν ὀνομάτων, ὕστερον ἐπεισῆλθε τῷ γένει τῶν ἀνθρώπων, ὥσπερ ἀῤῥωστήματα κοινά τινα τῇ κακίᾳ συνεισπεσόντα, κἀκείνης ὄντα ἐπινοήματα. Ἀπ᾿ ἀρχῆς δὲ, φησὶν, οὐ γέγονεν οὕτως· ἀλλ᾿ ὁ πλάσας ἀπ᾿ ἀρχῆς τὸν ἄνθρωπον, ἐλεύθερον ἀφῆκε καὶ αὐτεξούσιον, νόμῳ τῷ τῆς ἐντολῆς μόνῳ κρατούμενον, καὶ πλούσιον ἐν παραδείσου τρυφῇ· τοῦτο καὶ τῷ λοιπῷ γένει τῶν ἀνθρώπων βουληθείς τε καὶ χαρισάμενος δι᾿ ἑνὸς τοῦ πρώτου σπέρματος. Ἐλευθερία δὲ καὶ πλοῦτος, ἡ τῆς ἐντολῆς μόνη τήρησις ἦν· πενία δὲ ἀληθὴς καὶ δουλεία, ἡ ταύτης παράβασις.

26. Ἀφ᾿ οὗ δὲ καὶ φθόνοι, καὶ ἔριδες, καὶ ἡ δολερὰ τοῦ ὄφεως τυραννὶς, ἀεὶ τῷ λίχνῳ τῆς ἡδονῆς ὑποσύρουσα, καὶ ἐπανιστῶσα τοῖς ἀσθενεστέροις τοὺς θρασυτέρους, ἐῤῥάγη τὸ συγγενὲς εἰς ὀνομάτων ἀλλοτριότητας, καὶ τὸ τῆς φύσεως εὐγενὲς πλεονεξία κατέτεμε, προσλαβοῦσα καὶ νόμον, τῆς δυναστείας ἐπίκουρον. Ἀλλὰ σὺ βλέπε μοι τὴν πρώτην ἰσονομίαν, μὴ τὴν τελευταίαν διαίρεσιν· μὴ τὸν τοῦ κρατήσαντος νόμον, ἀλλὰ τὸν τοῦ κτίσαντος. Βοήθησον κατὰ δύναμιν τῇ φύσει, τὴν ἀρχαίαν ἐλευθερίαν τίμησον, αἰδέσθητι σαυτὸν, συγκάλυψον τῷ γένει τὴν ἀτιμίαν, ἐπάρκεσον τῇ νόσῳ, τὴν ἔνδειαν παραμύθησαι· ὁ εὐρωστῶν, ὁ πλουτῶν, τὴν τοῦ νοσοῦντος, τὴν τοῦ πενομένου· ὁ μὴ προσπταίσας, τὴν τοῦ πεσόντος καὶ συντριβέντος· ὁ εὐθυμῶν, τὴν τοῦ ἀθυμοῦντος· ὁ τοῖς δεξιοῖς εὐθηνούμενος, τοῦ τοῖς ἀριστέροις κάμνοντος. Δός τι τῷ Θεῷ χαριστήριον, ὅτι τῶν εὖ ποιεῖν δυναμένων ἐγένου, ἀλλ᾿ οὐ τῶν εὖ παθεῖν δεομένων· ὅτι μὴ βλέπεις εἰς ἀλλοτρίας χεῖρας, ἀλλ᾿ εἰς τὰς σὰς ἕτεροι. Πλούτησον μὴ περιουσίαν μόνον, ἀλλὰ καὶ εὐσέβειαν· μὴ τὸ χρυσίον μόνον, ἀλλὰ καὶ τὴν ἀρετὴν, μᾶλλον δὲ ταύτην μόνον. Γενοῦ τοῦ πλησίον τιμιώτερος, ἐκ τοῦ φανῆναι χρηστότερος· γενοῦ τῷ ἀτυχοῦντι θεὸς, τὸν ἔλεον Θεοῦ μιμησάμενος.

27. Οὐδὲν γὰρ οὕτως, ὡς τὸ εὖ ποιεῖν, ἄνθρωπος ἔχει Θεοῦ· κἂν ὁ μὲν μείζω, καὶ ὁ δὲ ἐλάττω εὐεργετῇ, ἑκάτερος, οἶμαι, κατὰ τὴν ἑαυτοῦ δύναμιν. Ὁ μὲν ἐποίησε, καὶ λύσας συνάγει πάλιν· σὺ δὲ πεσόντα μὴ παρίδῃς. Ὁ μὲν ἠλέησεν εἰς τὰ μέγιστα, δοὺς ἐπὶ πᾶσι νόμον, προφήτας, καὶ πρὸ τούτων, τὸν φυσικὸν νόμον ἄγραφον, τῶν παραττομένων ἐξεταστὴν, ἐλέγξας, νουθετήσας, παιδαγωγήσας· τὸ τελευταῖον, λύτρον ἑαυτὸν παραδοὺς ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς· χαρισάμενος ἀποστόλους, εὐαγγελιστὰς, διδασκάλους, ποιμένας, ἰάσεις, τέρατα, ἐπάνοδον πρὸς ζωὴν, θανάτου κατάλυσιν, τρόπαιον κατὰ τοῦ νικήσαντος, διαθήκην τὴν ἐν σκιᾷ, διαθήκην τὴν ἐν ἀληθείᾳ, Πνεύματος ἁγίου μερισμοὺς, τὸ τῆς καινῆς σωτηρίας μυστήριον. Σὺ δὲ, εἰ μὲν καὶ τὰ μείζω δυνατὸς εἶ, καὶ οἷς εὐεργετεῖται ψυχὴ (πεποίηκε γάρ σε καὶ ταῦτα πλούσιον ὁ Θεὸς, εἰ θελήσειας), μηδὲ ταῦτα εὖ ποιεῖν ἀπόσχῃ τὸν ἐνδεῆ· μᾶλλον δὲ πρῶτα καὶ μάλιστα τῷ αἰτοῦντί σε δίδου, καὶ πρὶν αἰτηθῆναι, ὅλην τὴν ἡμέραν ἐλεῶν καὶ δανείζων τὸν λόγον, καὶ ἀπαιτῶν φιλοπόνως τὸ δάνειον μετὰ τόκου τῆς τοῦ ὠφελημένου προσθήκης. ἣν ἀεὶ τῷ λόγῳ προστίθησιν, αὔξων ἑαυτῷ κατὰ μικρὸν τὰ τῆς εὐσεβείας σπέρματα. Εἰ δὲ μὴ, τά γε δεύτερα καὶ μικρότερα, καὶ ὅσα εἰς δύναμιν ἥκει τὴν σήν· ἐπικούρησον, ὄρεξον τροφὴν, ὄρεξον ῥάκος, προσένεγκε φάρμακον, κατάδησον τραύματα, ἐρώτησόν τι περὶ τῆς συμφορᾶς, περὶ καρτερίας φιλοσόφησον, θάρσησον, πρόςελθε· οὐ μὴ χεῖρόν τι σεαυτοῦ παρὰ τοῦτο γένῃ· οὐ μὴ μεταλάβοις τοῦ πάθους, κἂν οἱ λίαν ἁβροὶ τοῦτο νομίζωσι λόγοις ματαίοις ἠπατημένοι· μᾶλλον δὲ ταύτην προβάλλονται τῆς ἑαυτῶν εἴτε εὐλαβείας, εἴτε ἀσεβείας ἀπολογίαν, ἐπὶ τὴν δειλίαν, ὡς δή τι μέγα καὶ σοφὸν καταφεύγοντες. Τοῦτο πειθέτωσάν σε καὶ οἱ λόγοι, καὶ ἰατρῶν παῖδες, καὶ σύνοικοι τούτων θεραπευταὶ, ὧν οὐδείς πω τοῖς τοιούτοις προσιὼν ἐκινδύνευσε. Σὺ τοίνυν, εἰ καὶ τὸ πρᾶγμα φοβερὸν καὶ ὑπονοίας ἄξιον, ὦ δοῦλε Χριστοῦ, καὶ φιλόθεε, καὶ φιλάνθρωπε, μὴ πάθῃς μηδὲν ἀγεννές· τῇ πίστει θάρσησον· νικησάτω τὴν δειλίαν ὁ οἶκτος, ὁ τοῦ Θεοῦ φόβος τὴν ἁπαλότητα· στήτω πρὸ τῶν φιλοσάρκων λογισμῶν ἡ εὐσέβεια· μὴ παρίδῃς, μὴ παραδράμῃς τὸν ἀδελφὸν, μὴ ἀποστραφῇς ὡς ἄγος, ὡς μίασμα, ὡς ἄλλο τι τῶν φευκτῶν καὶ ἀπειρημένων· σόν ἐστι μέλος, καὶ εἰ τῇ συμφορᾷ κάμπτεται· Σοὶ ἐγκαταλέλειπται ὁ πτωχὸς, ὡς Θεῷ, καὶ εἰ λίαν παρατρέχεις μεγαλοψύχως, τάχα γάρ σε τούτοις δυσωπήσω τοῖς ῥήμασι. Σοὶ πρόκειται φιλανθρωπίας ὑπόθεσις, καὶ εἰ ἀλλοτριοῖ σε τοῦ εὖ παθεῖν ὁ ἀλλότριος.

28. Πᾶς ὁ πλέων ἐγγύς ἐστι τοῦ ναυαγίου, καὶ τόσῳ μᾶλλον, ὅσῳπερ ἂν τολμηρότερον πλέῃ· καὶ πᾶς ὁ σῶμα περικείμενος ἐγγύς ἐστι τῶν τοῦ σώματος κακῶν, καὶ τόσῳ μᾶλλον, ὅσῳπερ ἂν ὀρθῶς βαδίζῃ, καὶ μὴ βλέπῃ τοὺς πρὸ αὐτοῦ κειμένους. Ἕως πλῇς ἐξ οὐρίας, τῷ ναυαγοῦντι δὸς χεῖρα· ἕως εὐεκτῇς καὶ πλουτῇς, τῷ κακοπαθοῦντι βοήθησον. Μὴ ἀναμείνῃς ἐπὶ σεαυτοῦ μαθεῖν, ὅσον ἐστὶ κακὸν ἀπανθρωπία, καὶ οἷον ἀγαθὸν σπλάγχνα τοῖς χρῄζουσιν ἀνοιγόμενα. Μὴ βουληθῇς ἐπᾶραι χεῖρα Θεὸν κατὰ τῶν ὑψαυχενούντων, καὶ παρατρεχόντων τοὺς πένητας. Ἐν ἀλλοτρίαις συμφοραῖς ταῦτα παιδεύθητι· δός τι καὶ μικρὸν τῷ δεομένῳ· οὐ γὰρ μικρὸν τῷ πάντων ἐπιδεεῖ, ἀλλ᾿ οὐδὲ τῷ Θεῷ, ἂν ᾖ κατὰ δύναμιν. Δὸς ἀντὶ μεγάλου τὴν προθυμίαν· εἰ μηδὲν ἔχῃς, δάκρυσον· μέγα τῷ ἀτυχοῦντι φάρμακον, ἔλεος ἀπὸ ψυχῆς εἰσφερόμενος· καὶ τὸ συναλγεῖν γνησίως, πολύ τι κουφίζει τῆς συμφορᾶς. Οὐκ ἔστιν ἀτιμώτερός σοι τοῦ κτήνους ὁ ἄνθρωπος, ὦ ἄνθρωπε, ὃ πεσὸν εἰς βόθρον, ἢ πλανηθὲν, ἀνεγείρειν σοι καὶ ἐπανάγειν ὁ νόμος διακελεύεται· εἰ μέν τι καὶ ἄλλο κρύπτων ἀποῤῥητότερον καὶ βαθύτερον, οἷα τὰ πολλὰ τοῦ νομικοῦ βάθους καὶ τῆς διπλόης, οὐκ ἐμὸν τοῦτο εἰδέναι, ἀλλὰ τοῦ πάντα ἐρευνῶντος καὶ γινώσκοντος Πνεύματος· ὃ δ᾿ οὖν ἐγὼ καταλαμβάνω, καὶ ὅσον εἰς τὸν ἐμὸν ἥκει λόγον, γυμνάζων ἡμᾶς ἀπὸ τῆς εἰς τὰ μικρὰ φιλανθρωπίας, ἐπὶ τὴν τελειοτέραν καὶ μείζονα. Πόση γὰρ ὀφείλεται τοῖς ὁμοφύλοις καὶ ὁμοτίμοις ἡ καὶ μέχρι τῶν ἀλόγων ἀπαιτουμένη;

29. Ταῦτα μὲν οὖν ὁ λόγος, καὶ ὁ νόμος, καὶ τῶν ἀνθρώπων οἱ μετριώτατοι, παρ᾿ οἷς τὸ εὖ ποιεῖν τοῦ πάσχειν τιμιώτερον, καὶ περισπουδαστότερος κέρδους ἔλεος. Τί δ᾿ ἂν εἴποις περὶ τῶν καθ᾿ ἡμᾶς σοφῶν; Ἐῶ γὰρ λέγειν τοὺς ἔξωθεν, οἳ συνηγόρους τοῖς πάθεσι θεοὺς εὑρίσκοντες, καὶ τῷ Κερδώῳ, ᾧ τὰ πρῶτα νέμουσιν· ἤδη δὲ, καὶ ὃ τούτου χεῖρόν ἐστι, καὶ ἀνθρωποκτονεῖν νομίζουσιν ἔστιν οἷς δαιμόνων, καὶ παρ᾿ οἷς ἔθνεσι, καὶ μέρος εὐσεβείας αὐτοῖς ἡ ἀπανθρωπία, καὶ ταῖς τοιαύταις θυσίαις αὐτοί τε χαίρουσι, καὶ τοὺς θεοὺς αὐτῶν οἴονται, πονηροὶ πονηρῶν ἱερεῖς καὶ μύσται γινόμενοι. Ἀλλ᾿ εἰσὶ τῶν ἡμετέρων τινὲς, ὃ καὶ δακρύειν ἄξιον, οἳ τοσοῦτον ἀπέχουσι συναλγεῖν καὶ βοηθεῖν τοῖς κάμνουσιν, ὥςτε καὶ προσονειδίζουσι πικρῶς, καὶ προσεπεμβαίνουσι, καὶ φιλοσοφοῦσι κενὰ καὶ μάταια, καὶ φωνοῦσιν ὄντως ἐκ γῆς, καὶ εἰς ἀέρα λαλοῦσιν, καὶ οὐκ εἰς ἀκοὰς εὐσυνέτους, καὶ θείοις συνειθισμένας δόγμασι, καὶ τολμῶσι λέγειν· Παρὰ Θεοῦ τὸ ταλαιπωρεῖν ἐκείνοις, παρὰ Θεοῦ τὸ εὖ πράττειν ἡμῖν· καὶ τίς εἰμι ἐγὼ δόγμα λύειν Θεοῦ, καὶ Θεοῦ φανῆναι χρηστότερος; Καμνέτωσαν, ταλαιπωρείτωσαν, δυστυχείτωσαν· οὕτως ἔδοξεν. Κἀνταῦθα μόνον εἰσὶ φιλόθεοι, οὗ δεῖ φυλάττειν τοὺς ὀβολοὺς, καὶ κατὰ τῶν ἀθλίων νεανιεύεσθαι. Ὅτι μὲν οὖν οὐκ ἐκ τοῦ Θεοῦ τὸ εὖ πράττειν αὐτοῖς εἶναι νομίζουσι, δηλοῦσι σαφῶς ἐξ ὧν λέγουσι. Τίς γὰρ ἂν οὕτω διανοηθείη περὶ τῶν δεομένων, Θεὸν εἰδὼς χωρηγὸν ὧν κέκτηται; Τῶν γὰρ αὐτῶν ἐστιν ἔχειν τέ τι παρὰ Θεοῦ, καὶ κεχρῆσθαι κατὰ Θεὸν οἷςπερ ἔχουσιν.

30. Εἰ δὲ καὶ παρὰ Θεοῦ τὸ κακοπαθεῖν ἐκείνοις, οὔπω δῆλον, ἕως ἂν καὶ παρ᾿ ἑαυτῆς ἡ ὕλη φέρῃ τὸ ἄτακτον, ὥσπερ ἐν ῥεύματι. Καὶ τίς οἶδεν, εἰ ὁ μὲν διὰ κακίαν κολάζεται, ὁ δὲ ὡς ἐπαινούμενος αἴρεται· ἀλλὰ μὴ τοὐναντίον, ὁ μὲν διὰ πονηρίαν ὑψοῦται, ὁ δὲ δι᾿ ἀρετὴν δοκιμάζεται; ὁ μὲν πλεῖον ἐπαιρόμενος, ἵνα καὶ πέσῃ χαλεπώτερον, ὅλην ἐώμενος πρότερον, ὥσπερ τινὰ νόσον, ἐκρῆξαι τὴν ἑαυτοῦ κακίαν, ἵνα καὶ κολασθῇ δικαιότερον· ὁ δὲ καὶ παρὰ δόξαν πιεζόμενος, ἵνα ὥσπερ χρυσὸς ἐν καμίνῳ δοκιμασθεὶς, τῆς κακίας, εἴ τι καὶ μικρὸν ἔχει, τοῦτο ἐκτήξῃ· καθαρὸς γὰρ ἀπὸ ῥύπου παντελῶς οὐδεὶς, οὐκ οὖν ἐν γεννητῇ φύσει, ὥςπερ ἠκούσαμεν, εἰ καὶ φανῇ δοκιμώτερος. Εὑρίσκω γάρ τι καὶ τοιοῦτο ἐν τῇ θείᾳ Γραφῇ μυστήριον· καὶ μακρὸν ἂν εἴη πάσας ἀπαριθμεῖν τοῦ Πνεύματος τὰς φωνὰς, αἵ με πρὸς τοῦτο φέρουσιν. Ἀλλὰ τίς ἂν ψάμμον θαλασσῶν, καὶ σταγόνας ὑετοῦ, καὶ βυθοῦ μῆκος ἀναμετρήσαιτο; τίς δ᾿ ἂν τοῦ Θεοῦ τῆς περὶ πάντα σοφίας τὸ βάθος ἐξιχνιάσειεν, ὑφ᾿ ἧς καὶ πεποίηκε τὰ πάντα, καὶ διοικεῖ τρόπον, ὂν αὐτὸς καὶ βούλεται καὶ ἐπίσταται; Ἀρκεῖ γὰρ, κατὰ τὸν θεῖον Ἀπόστολον, θαυμάσαντας μόνον τὸ ταύτης δυστέκμαρτον καὶ δυσθεώρητον παρελθεῖν· Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεο!ῦ ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτο!ῦ καὶ, Τίς ἔγνω νοῦν Κυρίου; Εἰς δὲ τὰ ἔσχατα τῆς σοφίας αὐτοῦ τίς ἀφίκετο; φησὶν ὁ Ἰώβ. Τίς σοφὸς, καὶ συνήσει ταῦτα, καὶ οὐχὶ τῷ ἀνεφίκτῳ μετρήσει τὸ ὑπὲρ μέτρησιν;

31. Ἄλλος μὲν οὖν εἴη περὶ ταῦτα τολμηρὸς καὶ γεννάδας, μᾶλλον δὲ εἴη μηδείς· ἐγὼ δὲ ὀκνῶ κακίᾳ δοῦναι πάντως τὴν ἐντεῦθεν κόλασιν, ἢ εὐσεβείᾳ τὴν ἄνεσιν· ἀλλ᾿ ἔστι μὲν ὅτε καὶ πρός τι χρήσιμον, ἢ κακίας ἐγκοπτομένης δυσπαθείᾳ τῶν πονηρῶν, ἢ ἀρετῆς ὁδοποιουμένης εὐπαθείᾳ τῶν βελτιόνων· οὐκ ἀεὶ δὲ, οὐδὲ πάντως, ἀλλ᾿ εἶναι τοῦτο μόνον καιροῦ τοῦ μέλλοντος, καθ᾿ ὃν οἱ μὲν τὰ τῆς ἀρετῆς ἆθλα, οἱ δὲ τὰ τῆς κακίας ἐπιτίμια δέξονται. Ἀναστήσονται γὰρ οὗτοι, φησὶν, εἰς ἀνάστασιν ζωῆς, καὶ οὗτοι εἰς ἀνάστασιν κρίσεως· τὰ δὲ ἐντεῦθεν ἑτέρου τύπου εἶναι, καὶ ἀγωγῆς ἑτέρας, πάντα ἐκεῖσε φέροντα, ἐχούσης ὁμαλόν τι παρὰ Θεῷ πάντως καὶ τῆς δοκούσης ἡμῖν ἀνωμαλίας· ὥσπερ ἐν σώματι τὰς ἐξοχάς τε καὶ εἰσοχὰς, μεγέθη τε καὶ μικρότητας, καὶ γῆς ἐπαναστάσεις τε καὶ ὑφέσεις ἐξ ὧν τὸ κάλλος τῇ πρὸς ἄλληλα σχέσει συνιστάμενόν τε καὶ θεωρούμενον· ἐπεὶ καὶ τεχνίτου τὸ περὶ τὴν ὕλην τέως ἄτακτον καὶ ἀνώμαλον, λίαν ἔντεχνον ἦν, ἂν πρός τινος ἔργου κατασκευὴν εὐτρεπίσαιτο· τότε καὶ ἡμῖν καταλαμβανόμενόν τε καὶ ὁμολογούμενον, ὅταν τὸ ἀποτελεσθὲν κάλλος τοῦ δημιουργήματος θεωρήσωμεν. Ἀλλ᾿ οὔτε ἐκεῖνος ἄτεχνος ᾖ ὡς ἡμεῖς, οὔτε ταῦτα διοικεῖται ἀτάκτως, ὅτι μὴ καὶ ἡμῖν ὁ λόγος γνώριμος.

32. Ἀλλ᾿ εἴ τινα δεῖ καὶ εἰκόνα λαβεῖν τοῦ ἡμετέρου πάθους, οὐ πόῤῥω τῶν ναυτιώντων ἐσμὲν καὶ ἰλιγγιώντων, οἳ στρέφεσθαι τὰ πάντα δοκοῦσιν, αὐτοὶ στρεφόμενοι· ὡς δὲ καὶ οὗτοι, περὶ ὧν ὁ λόγος. Οὐ γὰρ ἀνέχονται σοφώτερον αὐτῶν εἶναι τὸν Θεὸν, ἂν πρός τι τῶν συμβαινόντων ἰλιγγιάσωσιν· ἢ καμεῖν περὶ τὸν λόγον δέον, ὡς τάχ᾿ ἂν τῇ φιλοπονίᾳ δοθησομένης τῆς ἀληθείας, ἢ σοφωτέροις ἑαυτῶν ταῦτα συμφιλοσοφεῖν καὶ πνευματικωτέροις, ἐπειδὴ καὶ τοῦτο χάρισμα ἑν, καὶ οὐχὶ πάντων ἡ γνῶσις, ἢ καθάρσει βίου ταύτην θηρεύειν, καὶ παρὰ τῆς ὄντως Σοφίας σοφίαν ἐπιζητεῖν. Οἱ δὲ (ὢ τῆς ἀπαιδευσία!)ς ἐπὶ τὸ ἑτοιμότερον τρέπονται, καὶ ἀλογίαν τοῦ παντὸς καταψεύδονται, αὐτοὶ τὸν λόγον οὐκ ἐπιστάμενοι· καὶ εἰσὶ δι᾿ ἀπαιδευσίαν σοφοὶ, ἢ διὰ σοφίαν, ἵνα οὕτως εἴπω, τὴν περιττὴν, ἄσοφοι καὶ ἀσύνετοι. Ἐντεῦθεν οἱ μὲν τύχην καὶ τὸ αὐτόματον ἐδογμάτισαν, ὄντως αὐτόματα καὶ ὡς ἔτυχεν ἀναπλασθέντα ἐπινοήματα· οἱ δὲ ἀστέρων τινὰ δυναστείαν ἄλογόν τε καὶ ἄλυτον πλεκόντων, ὡς ἂν βούλωνται, τὰ ἡμέτερα, μᾶλλον δὲ καὶ αὐτὸ τὸ πλέκειν συνηναγκασμένων· καὶ πλανητῶν δή τινων καὶ ἀπλανῶν συνόδους καὶ ὑποχωρήσεις, καὶ κυρίαν τοῦ παντὸς κίνησιν. Οἱ δὲ, ὅ τι ἂν ἕκαστος ἐφαντάσθησαν, τῷ ταλαιπώρῳ γένει τῶν ἀνθρώπων φέροντες, ἐπεισήγαγον, ὅσον αὐτοῖς τῆς Προνοίας ἀνέφικτόν τε καὶ ἀθεώρητον, εἰς διαφόρους δόξας καὶ προσηγορίας καταμερίσαντες. Εἰσὶ δὲ οἳ καὶ πενίαν πολλὴν τῆς Προνοίας κατέγνωσαν, τὰ μὲν ὑπὲρ ἡμᾶς ταύτῃ διοικεῖσθαι νομίσαντες, ἄχρι δ᾿ ἡμῶν τῶν καὶ μάλιστα δεομένων κατάγειν αὐτὴν ἀποκνήσαντες, ὥςπερ δεδοικότες, μὴ τῷ πλείονας εὐεργετεῖσθαι, ἀγαθώτερον ἀποφήνωσι τὸν εὐεργέτην, ἢ ἀποκάμνοι αὐτοῖς ὁ Θεὸς εὖ ποιῶν πλείονας.

33. Ἀλλ᾿ οὗτοι μὲν, ὅπερ εἶπον, ἐῤῥίφθων, ἐπεὶ καὶ καλῶς αὐτοὺς προλαβὼν ὁ λόγος ἠμύνατο· Ἐματαιώθη γὰρ, φησὶν, ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, μύθοις τισὶ καὶ σκιαῖς τὴν διὰ πάντων Πρόνοιαν καθυβρίσαντες. Ἡμεῖς δὲ μήτε αὐτοὶ ταῦτα τερατευώμεθα, εἴπερ τι μέλει τοῦ λόγου λογικοῖς οὖσιν ἡμῖν, καὶ λόγου θεραπευταῖς· μήτε τοὺς οἰομένους ἀποδεχώμεθα, κἂν εὐδρομῶσι τὴν γλῶτταν ἐν τοῖς ἀτόποις λόγοις καὶ δόγμασι, καὶ τῷ καινῷ τέρπωσιν. Ἀλλὰ καὶ Θεὸν εἶναι τὸν πάντων ποιητὴν καὶ δημιουργὸν πιστεύωμεν· πῶς γὰρ ἂν ὑπέστη τὸ πᾶν, μή τινος οὐσιώσαντός τε καὶ συναρμόσαντος; Καὶ Πρόνοιαν συνεισάγωμεν, τὴν τοῦδε τοῦ παντὸς συνεκτικήν τε καὶ συνδετικήν· ἐπεὶ καὶ προνοητὴν εἶναι τούτων, ὧν ποιητὴν εἶναι ἀναγκαῖον· εἰ μὴ μέλλοι τὸ πᾶν τῷ αὐτομάτῳ φερόμενον, ὥσπερ ὑπὸ λαίλαπος ναῦς, αὐτίκα λυθήσεσθαί τε καὶ διασπασθήσεσθαι διὰ τὴν ἀταξίαν τῆς ὕλης, καὶ πρὸς τὴν ἀρχαίαν σύγχυσίν τε καὶ ἀκοσμίαν ἐπαναχθήσεσθαι. Καὶ τοῖς ἡμετέροις μάλιστα ἐπιστατεῖν δεξώμεθα τὸν ἡμέτερον, εἴτε ποιητὴν, εἴτε πλάστην βούλει καλεῖν· κἂν διὰ τῶν ἐναντίων ὁ βίος ἡμῖν διεξάγηται, διὰ τοῦτο τυχὸν καὶ ἀγνοουμένων, ἵνα τῷ δυσθεωρήτῳ τὸν ὑπὲρ πάντα λόγον θαυμάζωμεν. Ἐπειδὴ τὸ μὲν ῥᾳδίως ληπτὸν, ἅπαν εὐκαταφρόνητον· τὸ δὲ ὑπὲρ ἡμᾶς, ὅσῳ δυσεφικτότερον, τοσούτῳ θαυμασιώτερον· καὶ γυμνάζει τὸν πόθον ἅπαν τὸ διαφεῦγον τὴν ἔφεσιν.

34. Διὰ τοῦτο μήτε ὑγίειαν πᾶσαν θαυμάζωμεν, μήτε νόσον διαπτύωμεν, μήτε πλούτῳ ῥέοντι προστιθώμεθα καρδίᾳ, πλέον ἢ καλῶς ἔχει, τῇ ῥοῇ προσκείμενοι, καὶ οἷον τῆς ψυχῆς τι ταύτῃ προσαναλίσκοντες· μήτε πενίας κατεξανιστώμεθα, ὡς ἀποπτύστου πάντη καὶ κατακρίτου, καὶ τῆς μισουμένης μερίδος· ἀλλ᾿ εἰδῶμεν καὶ ὑγίειαν περιφρονεῖν ἀσύνετον, ἧς καρπὸς ἁμαρτία, καὶ νόσον τιμᾷν ὁσίαν, αἰδούμενοι τοὺς διὰ πάθους νικήσαντας, μή πού τις καὶ Ἰὼβ τοῖς νοσοῦσιν ἐγκέκρυπται, πολύ τι τῶν ὑγιαινόντων αἰδεσιμώτερος, κἂν τὸν ἰχῶρα ξέῃ, κἂν ταλαιπωρῇ νυκτὸς καὶ ἡμέρας αἴθριος, καὶ πληγῇ, καὶ γυναικὶ, καὶ φίλοις στενοχωρούμενος· ὡς δὲ καὶ πλοῦτον ἄδικον ἀποπέμπεσθαι, δι᾿ ὃν κάμνει δικαίως ὁ ἐν τῇ φλογὶ πλούσιος, καὶ προσαιτεῖ ῥανίδα μικρὰν ἀναψύξεως, καὶ πενίαν ἐπαινεῖν εὐχάριστον καὶ φιλόσοφον, μεθ᾿ ἧς Λάζαρος σώζεται, καὶ πλουτεῖ τὴν ἐν κόλποις Ἀβραὰμ ἀνάπαυσιν.

35. Ἀλλ᾿ ἐμοὶ μὲν καὶ διὰ τοῦτο δοκεῖ ἀναγκαία τυγχάνειν ἡ φιλανθρωπία, καὶ τὸ πρὸς τοὺς δεομένους εὔσπλαγχνον, ἵνα τοὺς οὕτως ἔχοντας περὶ τούτων ἐπιστομίζωμεν, καὶ μὴ λόγοις ματαίοις παραχωρῶμεν, νομοθετοῦντες καθ᾿ ἡμῶν αὐτῶν τὴν ὠμότητα· πάντων δὲ τὴν ἐντολὴν αἰδώμεθα πλέον, καὶ τὸ ὑπόδειγμα. Τίς ἡ ἐντολή; καὶ σκοπεῖτε τὸ ἐπίμονον αὐτῆς, καὶ τὸ γνήσιον. Οὐ γὰρ ἅπαξ, οὐδὲ δὶς εἰπόντες τι περὶ τῶν δεομένων, οἱ τοῦ Πνεύματος ἀπηλλάγησαν· οὐδὲ οἱ μὲν, οἱ δὲ οὒ, ἢ μᾶλλόν τινες, οἱ δὲ ἧττον, ὡς ἂν μὴ περὶ μεγάλου τινὸς, μηδὲ τῶν σφόδρα κατεπειγόντων, ἀλλὰ καὶ πάντες, καὶ μετὰ σπουδῆς ἕκαστος, ἢ πρῶτον, ἢ ἐν πρώτοις, τοῦτο διακελευόμενοι, καὶ ποτὲ μὲν προτρέποντες, ποτὲ δὲ ἀπειλοῦντες, ποτὲ δὲ ὀνειδίζοντες· ἔστι δὲ ὅτε καὶ τοὺς κατορθοῦντας ἀποδεχόμενοι, ὡς ἂν τῷ συνεχεῖ τῆς ὑπομνήσεως τὴν ἐντολὴν ἐνεργήσωσιν. Ἕνεκεν μὲν τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, φησὶ, λέγει Κύριος. Τίς οὐ δέδοικεν ἀνιστάμενον Κύριον; Καὶ, Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου· μὴ ἐπιλάθῃ τῶν πενήτων. Ἀπευξώμεθα τὴν τοιαύτην ὕψωσιν, καὶ μὴ βουληθῶμεν ἰδεῖν ἐπαιρομένην χεῖρα κατὰ τῶν ἀπειθούντων, ἔτι δὲ μᾶλλον ἐπαφιεμένην τοῖς σκληροτέροις. Καὶ οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων· Καὶ, Οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός· καὶ, Ὀφθαλμοὶ μὲν αὐτοῦ ἐπὶ τὸν πένητα ἐπιβλέπουσιν (ὃ τοῦ βλεφάρου κρεῖττον καὶ κυριώτερον), τὰ βλέφαρα δὲ αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἡ ἐλάσσων, ὡς ἂν εἴποι τις, ἐπισκοπὴ καὶ δευτέρα.

36. Τάχα ἂν εἴποι τις· Ὑπὲρ τῶν ἀδικουμένων ταῦτα πτωχῶν καὶ πενήτων. Οὐ διαφέρομαι· ἀλλὰ σέ γε κεντριζέτω καὶ τοῦτο πρὸς τὸ φιλάνθρωπον. Ὧν γὰρ ἀδικουμένων τοσοῦτος ὁ λόγος, τούτων καὶ εὖ πασχόντων δηλαδὴ πλείων ἡ χάρις. Εἰ γὰρ ὁ ἀτιμάζων πένητα, παροξύνει τὸν ποιήσαντα αὐτὸν, τιμᾷ τὸν ποιητὴν ὁ περιέπων τὸ ποίημα. Πάλιν δὲ ὅταν ἀκούῃς· Πένης καὶ πλούσιος συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ὁ Κύριος ἐποίησεν· μὴ τὸν μὲν πένητα, τὸν δὲ πλούσιον ὑπολάβῃς, ἵνα καὶ μᾶλλον κατεξαναστῇς τοῦ πένητος· οὐ γὰρ δῆλον, εἰ θεόθεν ἡ τοιαύτη διαίρεσις· πλάσμα δὲ Θεοῦ, φησὶν, ὁμοίως ἀμφότεροι, καὶ εἰ τὰ ἔξωθεν ἄνισα. Τοῦτό σε δυσωπείτω πρὸς τὸ συμπαθὲς καὶ φιλάδελφον, ἵνα ὅταν ὑπ᾿ ἐκείνων ἐπαρθῇς, ὑπὸ τούτου συσταλῇς, καὶ γένῃ σεαυτοῦ μετριώτερος. Τί ἔτι; Ὁ ἐλεῶν πτωχὸν, Θεῷ δανείζει, φησίν. Τίς οὐ δέχεται τοιοῦτον χρεώστην, ἀποδώσοντα ἐν καιρῷ μετὰ τῆς ἐπικαρπίας τὸ δάνειον; Καὶ πάλιν· Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.

37. Καθαρθῶμεν οὖν ἐλεήσαντες, ῥύψωμεν τῇ καλῇ πόᾳ τὰ τῶν ψυχῶν ῥύπη τε καὶ μολύσματα· καὶ λευκανθῶμεν, οἱ μὲν ὡς ἔριον, οἱ δὲ ὡς χιὼν, κατὰ τὴν ἀναλογίαν τῆς εὐσπλαγχνίας. Εἴπω τι καὶ φοβερώτερον· Εἰ μὲν οὐδέν ἔστι σοι σύντριμμα, οὐδὲ μώλωψ, οὐδὲ πληγὴ φλεγμαίνουσα, οὐδὲ λέπρα τις ψυχῆς, ἢ ἁφὴ σημασίας, ἢ τηλαυγὴς, ἃ μικρῶς μὲν ὁ νόμος ἐκάθηρεν, δεῖται δὲ Χριστοῦ θεραπεύσοντος· ἀλλὰ σύ γε τὸν ὑπὲρ ἡμῶν τραυματισθέντα καὶ μαλακισθέντα αἰδέσθητι· αἰδεσθήσῃ δὲ, ἂν φαίνῃ τῷ Χριστοῦ μέλει χρηστὸς καὶ φιλάνθρωπος. Εἰ δὲ τοσοῦτόν σε κατετραυμάτισε τυχὸν ὁ τῶν ἡμετέρων ψυχῶν λῃστὴς καὶ τύραννος, ἢ ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καταβαίνοντα, ἢ καὶ ἄλλοθί που λαβὼν ἄοπλόν τε καὶ ἀπαράσκευον, ὥστ᾿ ἂν εἰκότως εἰπεῖν ἐκεῖνα· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· εἰ μὲν οὕτως ἔχῃς, ὡς μηδὲ τὴν θεραπείαν ἐπιζητεῖν, μηδὲ τὸν τρόπον εἰδέναι τῆς σῆς ἰάσεως, φεῦ τῆς πληγῆς ὄντως, καὶ τῆς εἰς βάθος ταλαιπωρίας! Εἰ δὲ μή πω παντελῶς ἀπέγνωσαι, μηδὲ ἀνιάτως ἔχῃς, πρόσελθε τῷ θεραπευτῇ, δεήθητι, θεράπευσον τὰ τραύματα διὰ τῶν τραυμάτων, κτῆσαι τῷ ὁμοίῳ τὸ ὅμοιον, μᾶλλον δὲ, τοῖς ἐλάττοσι τὰ μείζονα θεραπεύθητι. Ἐρεῖ τῇ ψυχῇ σου· Σωτηρία σου εἰμὶ ἐγώ· καὶ, Ἡ πίστις σου σέσωκέ σε· καὶ, Ἰδοὺ ὑγιὴς γέγονας· καὶ πάντα τὰ τῆς φιλανθρωπίας ῥήματα, μόνον ἂν ἴδῃ σε τοῖς ἀλγοῦσι φιλάνθρωπον.

38. Μακάριοι, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Οὐ πολλοστὸς ἐν τοῖς μακαρισμοῖς ὁ ἔλεος. Καὶ, Μακάριος ὁ συνιὼν, ἐπὶ πτωχὸν καὶ πένητα· καὶ, Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν· καὶ, Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος. Ἁρπάσωμεν τὸν μακαρισμὸν, συνιέντες κληθῶμεν, χρηστοὶ γενώμεθα. Μὴ διακοψάτω σου μηδὲ νὺξ τὸν ἔλεον. Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω σοι· μή τι μέσον γένηται τῆς ὁρμῆς καὶ τῆς εὐεργεσίας· τοῦτο μόνον, οὐ δέχεται ἀναβολὴν ἡ φιλανθρωπία. Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου, καὶ ταῦτα μετὰ προθυμίας. Ὁ γὰρ ἐλεῶν, φησὶν, ἐν ἱλαρότητι· καὶ διπλασιάζεταί σοι τὸ ἀγαθὸν τῇ ἑτοιμότητι. Τὸ γὰρ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης, ἄχαρί τε καὶ ἀκαλλώπιστον. Πανηγυριστέον δὲ, οὐ θρηνητέον τὴν εὐποιίαν. Ἐὰν ἀνέλῃς σύνδεσμον, φησὶ, καὶ χειροτονίαν, μικρολογίαν δὴ λέγω τοῦτο καὶ δοκιμασίαν, εἶτ᾿ οὖν ἀμφιβολίαν, καὶ ῥῆμα γογγυσμοῦ, τί γενήσεται; Ὡς μέγα τι καὶ θαυμάσιον! οἷον καὶ ὅσος ὁ τούτου μισθό!ς Ῥαγήσεται πρώιμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ. Τίς οὖν οὐκ ἐφίεται φωτὸς καὶ ἰάσεως;

39. Αἰδοῦμαι δὲ καὶ τὸ Χριστοῦ γλωσσόκομον, ὃ πρὸς πτωχοτροφίαν ἡμᾶς παρακαλεῖ· καὶ τὴν Παύλου καὶ Πέτρου συμφωνίαν, ὅτι τὸ Εὐαγγέλιον διελόμενοι, τοὺς πτωχοὺς κοινωνοὺς ἐποιήσαντο· καὶ τὴν τοῦ νέου τελείωσιν ἐν τῷ τὰ ὄντα δοῦναι πτωχοῖς ὁρισθεῖσάν τε καὶ νομοθετηθεῖσαν. Οἴει μὴ ἀνάγκην εἶναί σοι τῆς φιλανθρωπίας, ἀλλ᾿ αἵρεσιν; μηδὲ νόμον, ἀλλὰ παραίνεσιν; Σφόδρα καὶ αὐτὸς ἐβουλόμην τοῦτο, καὶ ὑπελάμβανον· ἀλλὰ φοβεῖ με ἡ ἀριστερὰ χεὶρ, καὶ οἱ ἔριφοι, καὶ ἂ παρὰ τοῦ στήσαντος ὀνειδίζονται· οὐχ ὅτι διηρπάκασιν, οὐθ᾿ ὅτι σεσυλήκασιν, ἢ μεμοιχεύκασιν, ἢ ἄλλο τι τῶν ἀπηγορευμένων πεποιήκασιν, ταύτην τὴν τάξιν κατακριθέντες, ἀλλ᾿ ὅτι μὴ Χριστὸν διὰ τῶν δεομένων τεθεραπεύκασιν.

40. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, δοῦλοι Χριστοῦ, καὶ ἀδελφοὶ, καὶ συγκληρονόμοι, ἕως ἐστὶ καιρὸς, Χριστὸν ἐπισκεψώμεθα, Χριστὸν θεραπεύσωμεν, Χριστὸν θρέψωμεν, Χριστὸν ἐνδύσωμεν, Χριστὸν συναγάγωμεν, Χριστὸν τιμήσωμεν· μὴ τραπέζῃ μόνον, ὥς τινες· μηδὲ μύροις, ὡς ἡ Μαρία· μηδὲ τάφῳ μόνον, ὡς Ἰωσὴφ ὁ Ἀριμαθαῖος· μηδὲ τοῖς πρὸς τὴν ταφὴν, ὡς Νικόδημος ὁ ἐξ ἡμισείας φιλόχριστος· μηδὲ χρυσῷ καὶ λιβάνῳ καὶ σμύρνῃ, ὡς οἱ μάγοι πρὸ τῶν εἰρημένων· ἀλλ᾿ ἐπειδὴ ἔλεον θέλει καὶ οὐ θυσίαν ὁ πάντων Δεσπότης, καὶ ὑπὲρ μυριάδας ἀρνῶν πιόνων ἡ εὐσπλαγχνία, ταύτην εἰσφέρωμεν αὐτῷ διὰ τῶν δεομένων, καὶ χαμαὶ σήμερον ἐῤῥιμμένων, ἵνα, ὅταν ἐνθένδε ἀπαλλαγῶμεν, δέξωνται ἡμᾶς εἰς τὰς αἰωνίους σκηνὰς, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Εις εαυτόν, και εις τον πατέρα και Βασίλειον τον μέγαν, μετα τὴν επάνοδον εκ φυγής




1. Οὐδὲν ἰσχυρότερον γήρως, καὶ οὐδὲν φιλίας αἰδεσιμώτερον. Ὑπὸ τούτων ἤχθην ὑμῖν ἐγὼ δέσμιος ἐν Χριστῷ, δεθεὶς οὐκ ἀλύσεσι σιδηραῖς, ἀλλὰ τοῖς ἀλύτοις δεσμοῖς τοῦ Πνεύματος. Τέως δὲ ᾤμην ἰσχυρὸς εἶναί τις καὶ ἀήττητος, καὶ, ὦ τῆς ἀλογία!ς οὐκ ἐδίδουν τοὺς λόγους οὐδὲ τοῖς ἐμοῖς ἐρασταῖς τούτοις καὶ ἀδελφοῖς, ἵν᾿ ἔχω τὴν ἀπραγμοσύνην, καὶ τὸ φιλοσοφεῖν ἐν ἡσυχίᾳ, πάντα παρεὶς τοῖς βουλομένοις, ἐμαυτῷ δὲ προσλαλῶν καὶ τῷ Πνεύματι. Ἡλίου περιενόουν τὸν Κάρμηλον, καὶ Ἰωάννου τὴν ἔρημον, καὶ τῶν οὕτω φιλοσοφούντων τὸ ὑπερκόσμιον· καὶ ζάλην τὰ παρόντα ἐνόμιζον, καὶ πέτραν τινὰ ἐζήτουν, ἢ κρημνὸν, ἢ τειχίον, ὑφ᾿ οἷς σκεπασθήσομαι. Ἄλλων, ἔλεγον, ἔστωσαν αἱ τιμαὶ καὶ οἱ πόνοι, ἄλλων οἱ πόλεμοι καὶ τὰ νικητήρια· ἐμοὶ δὲ ἀρκείτω φεύγοντι τοὺς πολέμους, εἰς ἐμαυτὸν βλέποντι ζῇν οὕτως, ὅπως ἂν δύνωμαι, καθάπερ ἐπὶ λεπτῆς σχεδίας διαπεραιουμένῳ μικρόν τι πέλαγος· καὶ μικρὰν τὴν ἐκεῖθεν μονὴν, τῷ πενιχρῷ τῆς ἐντεῦθεν πολιτείας κατακτωμένῳ. Ταπεινοτέρων ὁ λογισμὸς ἴσως, ἀλλ᾿ οὖν ἀσφαλεστέρων· ἴσον ἀπέχειν καὶ ὕψους καὶ πτώματος.

2. Ταῦτα ἕως ἐξῆν γράφειν ἔτι σκιὰς καὶ ὀνείρατα, καὶ τοῖς ματαίοις ἀναπλασμοῖς ἑστιᾷν τὴν διάνοιαν· νῦν δὲ τί; Φιλία παρεστήσατό με, καὶ πολιὰ πατρὸς ἐχειρώσατο· γῆρας φρονήσεως, προθεσμία βίου, λιμὴν ἀσφαλέστερος, καὶ φιλία πλουτοῦντος Θεῷ, καὶ πλουτίζοντος. Ἤδη γὰρ ἀποπέμπομαι τὴν ὀργήν (ἀκουσάτωσαν πραεῖς, καὶ εὐφρανθήτωσαν)· καὶ πρὸς τὴν χεῖρα ἥμερον βλέπω τὴν τυραννήσασαν, καὶ προσγελῶ τῷ Πνεύματι, καὶ ἡ καρδία καθίσταταί μοι, καὶ ὁ λογισμὸς ἐπανέρχεται, καὶ ἡ φιλία, καθάπερ τις φλὸξ, κατασβεσθεῖσα καὶ ἀπομαρανθεῖσα, πάλιν ἐκ μικροῦ σπινθῆρος ἀναζῇ καὶ ἀνάπτεται. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου. Εἶπα· Οὐ μὴ προσθῶ ἔτι πιστεῦσαι φιλίᾳ. Καὶ ἵνα τί μοι ἐλπίζειν ἐπ᾿ ἄνθρωπον; ὅτι πᾶς ἄνθρωπος δολίως πορεύεται, καὶ πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ τὸν πλησίον αὐτοῦ, καὶ πάντες ἦμεν τοῦ αὐτοῦ χοὸς καὶ φυράματος, καὶ τοῦ αὐτοῦ ξύλου τῆς κακίας γεγεύμεθα· σκηνὴν δὲ ἄλλος ἄλλην εὐπρεπεστέραν προβέβληται; καὶ τί μοι τῆς φιλίας ἐκείνης ὄφελος, ἔλεγον, τῆς ζηλωτῆς καὶ περιβοήτου, ἀρξαμένης ἀπὸ κόσμου, καὶ προελθούσης εἰς πνεῦμα; Τί δαὶ τῆς μιᾶς στέγης τε καὶ τραπέζης; ἢ τί τῶν κοινῶν παιδευτῶν τε καὶ παιδευμάτων; τί δαὶ τῆς ὑπὲρ ἀδελφοὺς ἀνακράσεως, ἢ τῆς γνησίας συμπνοίας ὕστερον, εἰ μηδὲ τοσοῦτον ὑπῆρξέ μοι κάτω μένειν ἐν καιρῷ δυναστείας καὶ ὕψους, ὁπότε τὸ ἐναντίον τοῖς πολλοῖς σπουδάζεται καὶ ἐπιτυγχάνεται, τὸ παραδυναστεύειν λέγω, καὶ τῆς τῶν φίλων μετέχειν εὐημερίας;

3. Τί μοι πάντα λέγειν τὰ τῆς λύπης καὶ τῆς ἀκηδίας, ἣν ζόφον ἐγὼ καλῶ, τοῦ νοῦ εὑρήματα; Καὶ γὰρ ταῦτα, καὶ τούτων ἦν ἀτοπώτερα· κατηγορήσω γὰρ αὐτὸς ἐγὼ τῆς ἐμῆς εἴτε ἀπονοίας εἴτε ἀνοίας. Ἀλλὰ νῦν μεταλαμβάνω καὶ μεθαρμόζομαι ὡς πολὺ τούτων καὶ ἀληθέστερα, καὶ ἡμῖν πρεπωδέστερα. Καὶ ἵνα εἰδῇς τὸ γνήσιον τῆς ἡμετέρας μεταβολῆς, ὦ θαυμάσιε, οὐ λύεις μόνον τὴν σιωπὴν ἣν ἐμέμψω, καὶ ἧς πολλὰ κατεβόησας, ἀλλὰ καὶ συνηγόρους ἔχεις τοὺς λόγους. Τοῦτο μὲν ἤδη τῆς ἡμετέρας φιλίας καθαρῶς, καὶ τοῦ ἐν ἡμῖν Πνεύματος. Ἀλλὰ τίς ἡ συνηγορία; καὶ εἴ τι ἁμαρτάνω, αὐτὸς ἐπανόρθου, ὥσπερ καὶ τἄλλα εἴωθας. Οὐκ ἤνεγκας τὸ πνεῦμα τῆς φιλίας ποιῆσαι δεύτερον· ἐπεὶ τῶν μὲν ἄλλων ἴσως ἡμεῖς, ἡμῶν δὲ τὸ Πνεῦμά σοι πολλῷ τιμιώτερον. Οὐκ ἤνεγκας ἐν τῇ γῇ κατακεκρύφθαι καὶ κατωρύχθαι τὸ τάλαντον· οὐκ ἤνεγκας ἐπὶ πολὺ τὸν λύχνον τῷ μοδίῳ περικαλύπτεσθαι, ὅτι δὴ τοῦτο τὸ ἐμὸν φῶς, καὶ τὴν ἐμὴν ἐργασίαν ὑπολαμβάνεις. Ἐζήτησας τῷ Παύλῳ σοι προστεθῆναι καὶ τὸν Βαρνάβαν· ἐζήτησας Σιλουανῷ καὶ Τιμοθέῳ προςγενέσθαι καὶ Τίτον, ἵνα σοι τρέχῃ τὸ χάρισμα διὰ τῶν γνησίως ὑπὲρ σοῦ μεριμνώντων, καὶ κύκλῳ ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ πληρώσῃς τὸ Εὐαγγέλιον.

4. Διὰ τοῦτο εἰς μέσον ἄγεις, καὶ ὑποχωροῦντος λαμβάνῃ, καὶ παρὰ σεαυτὸν καθίζεις· τοῦτο τὸ ἐμὸν ἀδίκημα, φαίης ἂν, καὶ κοινωνὸν ποιῇ τῶν φροντίδων καὶ τῶν στεφάνων. Διὰ τοῦτο χρίεις ἀρχιερέα, καὶ περιβάλλεις τὸν ποδήρη, καὶ περιτίθης τὴν κίδαριν, καὶ προσάγεις τῷ θυσιαστηρίῳ τῆς πνευματικῆς ὁλοκαυτώσεως, καὶ θύεις τὸν μόσχον τῆς τελειώσεως, καὶ τελειοῖς τὰς χεῖρας τῷ Πνεύματι, καὶ εἰσάγεις εἰς τὰ Ἅγια τῶν ἁγίων ἐποπτεύσοντα, καὶ ποιεῖς λειτουργὸν τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ, οὐκ ἄνθρωπος. Εἰ δὲ καὶ ἄξιον ὑμῶν τε τῶν χριόντων, καὶ ὑπὲρ οὗ, καὶ εἰς ὃν ἡ χρίσις, οἶδε τοῦτο ὁ Πατὴρ τοῦ ἀληθινοῦ καὶ ὄντως Χριστοῦ, ὃν ἔχρισεν ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους αὐτοῦ, χρίσας τὴν ἀνθρωπότητα τῇ θεότητι, ὥστε ποιῆσαι τὰ ἀμφότερα ἕν· καὶ αὐτὸς ὁ Θεὸς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, δι᾿ οὗ τὴν καταλλαγὴν ἐσχήκαμεν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἔθετο ἡμᾶς εἰς τὴν διακονίαν ταύτην, ἐν ᾗ καὶ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ᾿ ἐλπίδι τῆς δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ειρηνικός, επί τη ενώσει των μοναζόντων, μετά την σιωπήν, επί παρουσία του πατρός αυτούς: Γρηγόριος Ναζιανζηνός




1. Λύει μου τὴν γλῶτταν ἡ προθυμία, καὶ περιφρονῶ τὸν ἀνθρώπινον νόμον διὰ τὸν νόμον τοῦ Πνεύματος· καὶ δίδωμι τῇ εἰρήνῃ τὸν λόγον, οὔπω πρότερον οὐδενὶ συγχωρήσας. Πρότερον μὲν γὰρ ἡνίκα ἐστασίαζε πρὸς ἡμᾶς τὰ μέλη, καὶ τὸ μέγα καὶ τίμιον σῶμα τοῦ Χριστοῦ διῃρεῖτο καὶ διεκόπτετο, ὡς μικροῦ καὶ διασκορπίζεσθαι τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην, οἷον γῆς βάθος ἀρότρῳ ῥηγνύμενον, καὶ κατὰ γῆς σκεδαννύμενον, καὶ τὸν ἄτμητον, καὶ ἀμέριστον, καὶ ὑφαντὸν δι᾿ ὅλου χιτῶνα κατατεμὼν ὁ πονηρὸς ὅλον ἑαυτοῦ πεποίητο, τοῦτο δι᾿ ἡμῶν δυνηθεὶς, ὃ διὰ τῶν τὸν Χριστὸν σταυρωσάντων οὐκ ἴσχυσεν· τότε μὲν δὴ φυλακὴν ἐθέμην τοῖς χείλεσιν, οὐδ᾿ ἄλλως προθύμοις οὖσι περὶ τὸν λόγον, ὅτι τῇ δι᾿ ἔργων φιλοσοφίᾳ καθᾶραι πρῶτον ἐμαυτὸν, εἶτα τὸ στόμα τῆς διανοίας ἀνοίξας ἑλκῦσαι πνεῦμα, εἶτα ἐξερεύξασθαι λόγον ἀγαθὸν, καὶ λαλεῖν Θεοῦ σοφίαν τελείαν ἐν τοῖς τελείοις, ἀκολουθίας εἶναι πνευματικῆς ὑπελάμβανον· καὶ ὥσπερ καιρὸς ἐπὶ παντὶ πράγματι καὶ μικρῷ καὶ μείζονι (τὸ γὰρ τοῦ Σολομῶντος εὖ ἔχει καὶ λίαν ἐπεσκεμμένω)ς, οὕτω καὶ λόγου καὶ σιωπῆς, εἰ καί τις ἄλλος, καιρὸν ἐγίνωσκον.

2. Διὰ τοῦτο ἐκωφώθην καὶ ἐταπεινώθην, πόῤῥω παντὸς ἀγαθοῦ γενόμενος· καὶ οἷόν τι νέφος τὴν ἐμὴν καρδίαν ὑποδραμὸν συνεκάλυψε τὴν ἀκτῖνα τοῦ λόγου, καὶ τὸ ἄλγημά μου νυκτὸς καὶ ἡμέρας ἀνεκαινίζετο. Καὶ πάντα μοι ἦν ὑπεκκαύματα καὶ ὑπομνήματα τῆς τῶν ἀδελφῶν διαζεύξεως, ἀγρυπνίαι, νηστεῖαι, προσευχαὶ, δάκρυα, τύλοι γονάτων, στηθῶν, ἐπιτιμήσεις, στεναγμὸς ἐκ βάθους ἀναπεμπόμενος, στάσις πάννυχος, νοῦ πρὸς Θεὸν ἐκδημία, θρῆνος ἐν δεήσει λεπτὸς, φάρμακον τοῖς ἀκούουσι κατανύξεως, οἱ ψάλλοντες, οἱ δοξάζοντες, οἱ μελετῶντες τὸν νόμον Κυρίου ἡμέρας καὶ νυκτὸς, οἱ τὰς ὑψώσεις τοῦ Θεοῦ ἐν τοῖς λάρυγξι φέροντες· καὶ ταῦτα δὴ τὰ καλὰ τοῦ κατὰ Θεὸν βίου προγράμματα καὶ μηνύματα, οἱ σιωπῶντες κήρυκες, αὐχμῶσα καὶ πιναρὰ κόμη, πόδες γυμνοὶ καὶ τοῖς ἀποστολικοῖς ἑπόμενοι, μηδὲν νεκρὸν φέροντες, κουρὰ σύμμετρος, περιβολὴ τύφον κολάζουσα, ζώνη τῷ ἀκόσμῳ κοσμία, μικρόν τι τοῦ χιτῶνος ἀναστέλλουσα, καὶ ὅσον μὴ ἀναστέλλειν, βάδισμα εὐσταθὲς, ὀφθαλμὸς οὐ πλανώμενος, μειδίαμα προσηνὲς, μᾶλλον δὲ ὁρμὴ μειδιάματος, ἀκρασίαν γέλωτος σωφρονίζουσα, λόγος τῷ λόγῳ κινούμενος, σιωπὴ λόγου τιμιωτέρα, ἔπαινος ἅλατι ἠρτυμένος, οὐ πρὸς θωπείαν, ἀλλ᾿ ὁδηγίαν τοῦ κρείττονος, ἐπίπληξις εὐφημίας ποθεινοτέρα, μέτρα κατηφείας καὶ ἀνέσεως, καὶ ἡ δι᾿ ἀμφοτέρων μίξις καὶ κρᾶσις, τὸ ἁπαλὸν τῷ γενναίῳ, τὸ αὐστηρὸν αἰδοῖ σύγκρατον, ὡς μηδ᾿ ἕτερον ὑπὸ τοῦ ἑτέρου παραβλάπτεσθαι, ἀλλ᾿ ἀμφότερα δι᾿ ἀλλήλων εὐδοκιμεῖν· μέτρα τῆς εἰς τὸ κοινὸν ἐπιμιξίας καὶ ὑποχωρήσεως, τῆς μὲν τοὺς ἄλλους παιδαγωγούσης, τῆς δὲ τῷ Πνεύματι μυσταγωγούσης, καὶ τῆς μὲν ἐν τῷ κοινῷ τὸ ἄκοινον φυλαττούσης, τῆς δὲ ἐν τῷ ἀμίκτῳ τὸ φιλάδελφον καὶ φιλάνθρωπον· καὶ ἃ μείζω τούτων ἔτι καὶ ὑψηλότερα, ὁ ἐν πενίᾳ πλοῦτος, ἡ ἐν παροικίᾳ κατάσχεσις, ἡ ἐν ἀτιμίᾳ δόξα, ἡ ἐν ἀσθενείᾳ δύναμις, ἡ ἐν ἀγαμίᾳ καλλιτεκνία (εἴπερ κρείττονα τῶν ἀπὸ σαρκὸς ἀρχομένων τὰ κατὰ Θεὸν γεννήματ)α· οἱ τρυφῶντες τῷ μὴ τρυφᾷν, οἱ ταπεινοὶ ὑπὲρ τῶν οὐρανίων· οἱ μηδὲν ἐν κόσμῳ, καὶ ὑπὲρ τὸν κόσμον· οἱ σαρκὸς ἔξω καὶ ἐν σαρκὶ, ὧν μερὶς Κύριος, οἱ πτωχοὶ διὰ βασιλείαν, καὶ διὰ πτωχείαν βασιλεύοντες.

3. Οὗτοί με καὶ παρόντες λαμπρὸν ἐποίουν, ἡ ἐμὴ περιουσία, τὸ ἐμὸν ἀγαθὸν ἐντρύφημα, καὶ ἀπόντες συνέστελλον. Ταῦτά μοι συνεῖχε τὴν ψυχὴν ταῦτα ἐτάρασσεν. Ἐκ τούτων ἐγὼ πενθῶν καὶ σκυθρωπάζων ἐπορευόμην· διὰ ταῦτα μετὰ τῶν ἄλλων τερπνῶν καὶ τὸν λόγον ἀπεσεισάμην· ὅτι ἀπελάκτισαν οἱ ἠγαπημένοι, καὶ ἔστρεψαν ἐπ᾿ ἐμὲ νῶτα αὐτῶν καὶ οὐ πρόσωπον, καὶ γεγόνασι ποίμνιον ἐλευθεριώτερον τοῦ ποιμαίνοντος, ἵνα μὴ εἴπω νεανικώτερον· ὅτι ἐστράφη εἰς πικρίαν ἐμοὶ ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ τῷ καλῷ γεωργῷ κάλλιστα κεκαθαρμένη, καὶ ταῖς θείαις ληνοῖς γεωργοῦσα τὸ καλὸν γεώργιον· ὅτι οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· ὅτι διειλόμεθα τὸν Χριστὸν, οἱ λίαν φιλόθεοι καὶ φιλόχριστοι, καὶ ὑπὲρ τῆς ἀληθείας ἀλλήλων κατεψευσάμεθα, καὶ διὰ τὴν ἀγάπην μῖσος ἐμελετήσαμεν, καὶ ὑπὲρ τοῦ ἀκρογωνιαίου διελύθημεν, καὶ ὑπὲρ τῆς πέτρας ἐσείσθημεν· ὅτι πλέον ἢ καλῶς εἶχεν ὑπὲρ τῆς εἰρήνης ἐπολεμήσαμεν, καὶ ὑπὲρ τοῦ ὑψωθέντος ἐπὶ τὸ ξύλον κατενηνέγμεθα, καὶ ὑπὲρ τοῦ ταφέντος καὶ ἀναστάντος ἐθανατώθημεν.

4. Πρότερον μὲν ταῦτα· καὶ τί ἄν τις ἐν καιρῷ φαιδρότητος ἀναξαίνοι τὴν ἀηδίαν, ἐνδιατρίβων τοῖς λυπηροῖς, ὧν ἀπευκταῖα μὲν ἡ πεῖρα, φευκτὴ δὲ ἡ μνήμη; Κρείττων δὲ σιωπὴ λόγου, τὸ συμπεσὸν ἡμῖν θραῦσμα λήθης βάθεσι συγκαλύπτουσα· πλὴν εἴ τις διὰ τοῦτο καὶ μόνον ἀνακινοίη τὴν μνήμην τῶν λυπηρῶν, ἵνα τῷ ὑποδείγματι παιδευώμεθα, καὶ ὥσπερ ἐν τοῖς νοσήμασι φεύγωμεν τὰς αἰτίας, ἐξ ὧν εἰς ταῦτα ὑπήχθημεν. Νυνὶ δὲ ἡνίκα ἀπέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός· ἡνίκα γεγόναμεν οἱ τοῦ ἑνὸς ἑν, καὶ οἱ τῆς Τριάδος συμφυεῖς, καὶ ὁμόψυχοι, καὶ ὁμότιμοι· οἱ τοῦ Λόγου τῆς ἀλογίας ἐκτός· οἱ τοῦ Πνεύματος οὐ κατ᾿ ἀλλήλων, ἀλλὰ σὺν ἀλλήλοις ζέοντες· οἱ τῆς Ἀληθείας τὸ αὐτὸ φρονοῦντες καὶ λέγοντες· οἱ τῆς Σοφίας εὐσύνετοι· οἱ τοῦ Φωτὸς ὡς ἐν ἡμέρᾳ εὐσχημονοῦντες· οἱ τῆς Ὁδοῦ πάντες εὐθυποροῦντες· οἱ τῆς Θύρας πάντες ἐντός· οἱ τοῦ Προβάτου καὶ τοῦ Ποιμένος πρᾶοι, καὶ τῆς αὐτῆς μάνδρας, καὶ ποιμένος ἑνός· οὐκ ἐν σκεύεσι ποιμένος ἀπείρου ποιμαίνοντος, οὐδὲ καταφθείροντος τὰ πρόβατα τῆς νομῆς, οὐδὲ προιεμένου τοῖς λύκοις καὶ τοῖς κρημνοῖς, ἀλλὰ καὶ λίαν περιεσκεμμένου καὶ ἐπιστήμονος· ἡνίκα γεγόναμεν οἱ τοῦ παθόντος ὑπὲρ ἡμῶν συμπαθεῖς, καὶ ἀλλήλοις τὰ βάρη συνεπικουφίζοντες· οἱ τῆς Κεφαλῆς, σῶμα ἑν συναρμολογούμενοι καὶ συμβιβαζόμενοι κατὰ πᾶσαν συνάφειαν τὴν ἐν Πνεύματι· ἡνίκα ὁ ποιῶν πάντα καὶ μετασκευάζων πρὸς τὸ λυσιτελέστερον ἔστρεψε τὸν κοπετὸν εἰς χαρὰν ἡμῖν, καὶ τοῦ σάκκου τὴν εὐφροσύνην ἀντέδωκε, τηνικαῦτα συναποδύομαι τοῖς παρελθοῦσι τὴν σιωπὴν, καὶ προσάγω τῷ παρόντι καιρῷ καὶ ὑμῖν τὸν λόγον, μᾶλλον δὲ τῷ Θεῷ χαριστήριον θυσίαν οἰκειοτάτην, δῶρον χρυσοῦ καθαρώτερον, λίθων πολυτελῶν τιμαλφέστερον, ὑφασμάτων πολυτελέστερον, θυσίας νομικῆς ἁγιώτερον, πρωτοτόκων ἀπαρχῆς ἱερώτερον, ἀρέσκον Θεῷ ὑπὲρ μόσχον νέον, κέρασι καὶ ὁπλαῖς ἀτελῆ καὶ ἀναίσθητον ὑπὲρ θυμίαμα, ὑπὲρ ὁλοκαύτωμα ὑπὲρ μυριάδας ἀρνῶν πιόνων, οἷς ὁ στοιχειόδης νόμος ἐκράτει τὸν ἔτι νήπιον Ἰσραὴλ, ταῖς ἐναίμοις θυσίαις σκιαγραφῶν τὴν μέλλουσαν.

5. Τοῦτο προσφέρω Θεῷ, τοῦτο ἀνατίθημι ὃ μόνον ἐμαυτῷ κατέλιπον, ᾧ πλουτῶ μόνῳ. Τὰ μὲν γὰρ ἄλλα παρῆκα τῇ ἐντολῇ καὶ τῷ Πνεύματι· καὶ τὸν πολύτιμον μαργαρίτην πάντων ὧν εἶχόν ποτε ἀντηλλαξάμην, καὶ γέγονα μεγαλέμπορος, μᾶλλον δὲ γενέσθαι δι᾿ εὐχῆς ἔχω τῶν μικρῶν, καὶ πάντως φθαρησομένων ὠνησάμενος τὰ μεγάλα καὶ μὴ λυόμενα· τοῦ Λόγου δὲ περιέχομαι μόνου, ὡς Λόγου θεραπευτὴς, καὶ οὐκ ἄν ποτε ἑκὼν τούτου τοῦ κτήματος ἀμελήσαιμι· ἀλλὰ καὶ τιμῶ, καὶ ἀσπάζομαι, καὶ χαίρω μᾶλλον ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις, οἷς οἱ πολλοὶ χαίρουσιν· καὶ ποιοῦμαι παντὸς τοῦ βίου κοινωνὸν, καὶ σύμβουλον ἀγαθὸν καὶ συνόμιλον, καὶ ἡγεμόνα τῆς ἐπὶ τὰ ἄνω ὁδοῦ, καὶ συναγωνιστὴν πρόθυμον· καὶ ἐπειδὴ πᾶν ἀτιμάζω τερπνὸν κάτω μένον, εἰς τοῦτό μοι πᾶν ἐκενώθη τὸ φίλτρον μετὰ Θεόν· μᾶλλον δὲ καὶ εἰς τοῦτον· ὅτι πρὸς Θεὸν φέρει μετὰ συνέσεως ᾧ δὴ καὶ μόνῳ Θεὸς καταλαμβάνεται γνησίως, καὶ τηρεῖται, καὶ ἐν ἡμῖν αὔξεται. Εἶπον τὴν Σοφίαν ἐμὴν ἀδελφὴν εἶναι· καὶ ἐτίμησα ταύτην, καὶ περιέλαβον, ὡς ἦν ἐφικτὸν ἐμοί· καὶ ζητῶ τῇ ἐμῇ κεφαλῇ τὸν στέφανον τῶν χαρίτων καὶ τῆς τρυφῆς, ἃ δὴ σοφίας χαρίσματα, καὶ λόγου τοῦ ἐν ἡμῖν τὸ ἡγεμονικὸν καταλάμποντος, καὶ φωτίζοντος ἡμῖν τὰ κατὰ Θεὸν διαβήματα.

6. Τούτῳ χαλινῶ θυμὸν ἐκφερόμενον, τούτῳ κοιμίζω φθόνον τήκοντα, τούτῳ προσαναπαύω λύπην, δεσμὸν καρδίας, τούτῳ σωφρονίζω διάχυσιν ἡδονῆς, τούτῳ μετρῶ μῖσος, ἀλλ᾿ οὐ φιλίαν· τὸ μὲν γὰρ μετρεῖσθαι δεῖ, τῆς δὲ μηδένα γινώσκειν ὅρον. Οὗτος εὐποροῦντά με ποιεῖ μέτριον, καὶ πένητα μεγαλόψυχον· οὗτος εὐδρομοῦντί με πείθει συντρέχειν, καὶ πίπτοντι χεῖρα ὀρέγειν, καὶ ἀσθενοῦντι συνασθενεῖν, καὶ ἰσχύοντι συνευφραίνεσθαι. Μετὰ τούτου πατρὶς καὶ ξένη τὸ ἴσον ἐμοὶ, καὶ τόπων μετάστασις ἀλλοτρίων ὁμοίως, ἀλλ᾿ οὐκ ἐμῶν. Οὗτός μοι διαιρεῖ κόσμους, καὶ τοῦ μὲν ἀπάγει, τῷ δὲ προστίθησιν· οὗτός με καὶ διὰ τῶν δεξιῶν ὅπλων διεξάγει τῆς δικαιοσύνης οὐκ ἐπαιρόμενον, κἂν τοῖς ἀριστεροῖς καὶ τραχυτέροις συμφιλοσοφεῖ, τὴν οὐ καταισχύνουσαν ἐλπίδα παραζευγνὺς καὶ τὸ παρὸν κουφίζων τῷ μέλλοντι. Τούτῳ καὶ νῦν δεξιοῦμαι τοὺς ἐμοὺς φίλους καὶ ἀδελφοὺς, καὶ προτίθημι τράπεζαν λογικὴν, καὶ κρατῆρα πνευματικὸν καὶ ἀένναον· οὐχ οἷς ἡ κάτω τράπεζα κολακεύει τὴν καταργουμένην γαστέρα, καὶ ἀθεράπευτον.

7. Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι; Ἐκαρτέρησα ὡσεὶ τίκτουσα, μὴ καρτερήσω διαπαντός; Τῷ μὲν γὰρ Ζαχαρίᾳ λύει τὴν σιωπὴν γεννηθεὶς ὁ Ἰωάννης· καὶ γὰρ οὐκ ἔπρεπε τὸν πατέρα τῆς φωνῆς σιωπᾷν, ταύτης προελθούσης· ἀλλ᾿ ὥσπερ ἀπιστηθεῖσα τὴν γλῶσσαν ἔδησεν, οὕτω φανερωθεῖσα δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν, ᾧ καὶ εὐηγγελίσθη, καὶ ἐγεννήθη φωνὴ καὶ λύχνος, Λόγου καὶ φωτὸς πρόδρομος· ἐμοὶ δὲ λύει τὴν γλῶσσαν, καὶ ὑψοῖ τὴν φωνὴν, ὡς σάλπιγγος, ἡ παροῦσα εὐεργεσία, καὶ τὸ κάλλιστον τοῦτο θέατρον, τὰ τέκνα τοῦ Θεοῦ διεσκορπισμένα, συνηγμένα εἰς ἑν, καὶ ὑπὸ τὰς αὐτὰς ἀναπαυόμενα πτέρυγας, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ πορευόμενα ἐν ὁμονοίᾳ, καὶ μίαν ἁρμονίαν ἡρμοσμένα τὴν τοῦ καλοῦ καὶ τοῦ Πνεύματος· ὅτε οὐκ ἔτι φέρομεν ἀλλήλους καὶ ἄγομεν, τοσοῦτον ὑπὸ τοῦ πονηροῦ κλαπέντες, ἢ βιασθέντες, καὶ κατατοξευθέντες ἐν σκοτομήνῃ τὸν νοῦν, ἣν αὐτὸς ἡμῖν ἐπήγειρεν· καὶ οὐκ οἶδ᾿ ὅτι χρὴ λέγειν, ὥστε καὶ τοῖς ἀλλήλων κακοῖς ἐπευφραίνεσθαι, καὶ μὴ νομίζειν τοῦ παντὸς εἶναι ζημίαν τὴν ἀλλήλων κατάλυσιν· ὅτε Ἰούδας καὶ Ἰσραὴλ τίθενται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ Ἱερουσαλὴμ καὶ Σαμάρεια πρὸς μίαν τὴν ἄνω Ἱερουσαλὴμ συνάγονται, καὶ οὐκ ἔτι Παύλου, καὶ Ἀπολλὼ, καὶ Κηφᾶ, ὑπὲρ ὧν, καὶ καθ᾿ ὧν ἡ φυσίωσις, πάντες δὲ Χριστοῦ γεγόναμεν.

8. Ἀλλ᾿ ἐπειδὴ κἀμὲ, καὶ τὸν λόγον ἔχετε, καὶ διὰ τῆς ἀγάπης οὐκ ἄκοντα τυραννήσαντες, φθέγξομαι μὲν, εἰ καὶ μόλις, ἐπειδὴ τοῦτο κελεύετε· φθέγξομαι δὲ εὐχαριστίας καὶ νουθεσίας ῥήματα. Ἡ μὲν οὖν εὐχαριστία τοιαύτη. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; Τίς δὲ πάσαις ἀκοαῖς παραστήσει τὴν ἐπὶ πᾶσιν αἴνεσιν; ὅτι γέγονε τὰ ἀμφότερα ἑν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται· ὅτι ἔπαυσας ἡμᾶς ὄντας παραβολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς· ὅτι τοσοῦτον ἡμᾶς ἐκάκωσας, ὅσον τὸ τῆς εἰρήνης ἀγαθὸν τῇ διαστάσει γνωρίσαι, καὶ ἀλγεῖν ποιήσας, πάλιν ἀποκατέστησας· ὢ τοῦ παραδόξου τῆς ἰατρεία!ς παιδεύσας εἰς εἰρήνην διὰ τοῦ μίσους μισηθέντος ὡς τάχιστα, καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον οἰκονομήσας, καὶ τοσοῦτον ἡμᾶς διαζεύξας, ὅσον θερμοτέρους προσδραμεῖν ἀλλήλοις· καθάπερ τῶν φυτῶν ἃ βίᾳ χερσὶ μετασπώμενα, εἶτα ἀφιέμενα, πρὸς ἑαυτὰ πάλιν ἀνατρέχει, καὶ τὴν πρώτην ἑαυτῶν φύσιν, καὶ δείκνυσι τὸ οἰκεῖον, βίᾳ μὲν ἀποκλινόμενα, οὐ βίᾳ δὲ ἀνορθούμενα· ὅτι μηκέτι χεὶρ τὸν ὀφθαλμὸν περιφρονεῖ, μηδ᾿ ὀφθαλμὸς χεῖρα· ὅτι μηκέτι ποδῶν κατεξανίσταται κεφαλὴ, μηδὲ κεφαλῆς ἀλλοτριοῦνται πόδες, οὐ μᾶλλον βλάπτοντες ἢ βλαπτόμενοι τῇ ἀταξίᾳ καὶ ἀναρχίᾳ, ἣ καὶ τοῦ παντός ἐστι σύγχυσις καὶ διάλυσις· ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη τάξει καὶ θεσμῷ φύσεως, τῷ δι᾿ ἀλλήλων τὰ πάντα συνδήσαντι καὶ φυλάξαντι· καὶ πεφήναμεν ἑν σῶμα καὶ πνεῦμα ἑν, καθὼς καὶ κεκλήμεθα ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως.

9. Διὰ τοῦτο ὁ λαὸς ὁ πτωχὸς αἰνέσει σε, πλούσιος ἐξ ἀπόρου γενόμενος· ὅτι ἐθαυμάστωσας τὰ ἐφ᾿ ἡμᾶς ἐλέη σου, καὶ προστέθειταί τι τοῖς παλαιοῖς διηγήμασιν. Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· ὅτι, κόκκον καταβαλὼν, στάχυν ἐκομισάμην· ὅτι, πρόβατα πενθῶν, ποιμένας προσεκτησάμην· καὶ προςήψομαί γε, εὖ οἶδα, τῶν ποιμένων τὸν τιμιώτατον, εἰ καὶ λόγοις τισὶ πνευματικοῖς τὴν ποιμαντικὴν ἀναβάλλεται, πιστευθέντα μὲν τὸ Πνεῦμα καὶ τῶν ταλάντων τὴν ἐργασίαν, καὶ τοῦ ποιμνίου τὴν ἐπιμέλειαν, καὶ χρισθέντα τῷ χρίσματι τῆς ἱερωσύνης καὶ τελειώσεως, ἔτι δὲ ἀναβαλλόμενον τὴν ἐπιστασίαν ὑπὸ σοφίας, καὶ τὸν λύχνον ὑπὸ τῷ μοδίῳ κατέχοντα (ὃν θήσει μετ᾿ ὀλίγον ἐπὶ τὴν λυχνίαν, πᾶσαν τὴν τῆς Ἐκκλησίας ψυχὴν περιλάμψοντα, καὶ φῶς ταῖς τρίβοις ἡμῶν ἐσόμενον), ἔτι περισκοποῦντα νάπας, καὶ ὄρη, καὶ νάματα, καὶ τοῖς ἅρπαξι τῶν ψυχῶν λύκοις ἐπινοοῦντα θήρατρα, ἵν᾿ ἐν καιρῷ εὐθέτῳ καὶ τὴν βακτηρίαν δέξηται, καὶ συμποιμαίνῃ τῷ ἀληθινῷ ποιμένι τὸ λογικὸν τοῦτο ποίμνιον, ἐν τόπῳ χλόης κατασκηνῶν τοῖς ἀειθαλέσι τοῦ Θεοῦ λόγοις καὶ ἐκτρέφων ὕδατι ἀναπαύσεως, εἴτουν Πνεύματι. Τοῦτο μὲν οὖν καὶ ἐλπίζομεν καὶ εὐχόμεθα· ἐμοὶ δὲ ἤδη καιρὸς προσθεῖναι τῇ εὐχαριστίᾳ καὶ τὴν παραίνεσιν· ποιήσομαι δὲ καὶ ταύτην, ὡς οἷόν τε, βραχυτάτην, ἐπειδὴ τὸ πλεῖστον τῆς νουθεσίας διὰ τῶν ἔργων αὐτῶν προειλήφατε καὶ οὐ μακροτέρων δεῖ λόγων τοῖς πείρᾳ πεπαιδευμένοις.

10. Ἔδει μὲν, ἀδελφοὶ, μήτε διαιρεθῆναι τὸ πρῶτον, μήτε τὸ παλαιὸν ἡμῖν καταλυθῆναι ἀξίωμα καὶ καλλώπισμα· ᾧ, καίτοι μικρὰν οὖσαν ἡμῶν τὴν ποίμνην, καὶ μηδ᾿ ὀνομάζεσθαι ἀξίαν ἐν ποιμνίοις ἀριθμουμένοις, τοῖς μεγίστοις ἐξ ἴσου εἶχον καὶ πλατυτάτοις· ἔστι δ᾿ ὧν καὶ προετίθουν ἐν τῇ δυνάμει τοῦ Πνεύματος. Καὶ γὰρ οὕτως εἶχεν, ἄλλου μὲν ἄλλο τι καλλώπισμα ἢ μικρὸν, ἢ μεῖζον, τῆς δὲ ἡμετέρας ποίμνης ἰδιώτατον ἦν τὸ ἄῤῥηκτόν τε καὶ ἀστασίαστον· ὥστε δὲ καὶ τὴν Νῶε κιβωτὸν πολλάκις ὀνομασθῆναι, μόνην διαφυγοῦσαν τὴν τοῦ κόσμου παντὸς ἐπίκλυσιν, καὶ τὰ σπέρματα τῆς εὐσεβείας ἐν αὐτῇ διασώζουσαν. Ἐπειδὴ δὲ ἠλέγχθημεν ὄντες ἄνθρωποι, καὶ οὐ πάντη διεφύγομεν τοῦ πονηροῦ τὸν φθόνον, οὐδὲ τῆς πάντα κατεχούσης νόσου κρείττους πεφήναμεν· ἀλλὰ τῆς κοινῆς συμφορᾶς μέρος, καὶ αὐτοὶ μετειλήφαμεν, καὶ τὴν καλὴν καὶ πατρῴαν κληρονομίαν, τὸ τῆς ὁμονοίας ἀγαθὸν, οὐκ εἰς τέλος διεφυλάξαμεν, οὐ μικρὸν μὲν κἀνταῦθα τοὺς ἄλλους ἐπλεονεκτήσαμεν (εἴ τι δεῖ καὶ καυχήσασθαι κατὰ τῆς ἡμετέρας ἔχθρας Χριστῷ θαῤῥήσαντα)ς, τὸ καὶ τελευταῖοι ταῦτα παθεῖν, καὶ πρῶτοι διορθωθῆναι. Τὸ μὲν γὰρ ἀῤῥωστῆσαι τῆς κοινῆς φύσεως, καὶ τῆς ἀσθενείας τῆς ἀνθρωπίνης, ἣ πάντων ἅπτεται, καὶ τῶν λίαν ἰσχυρῶν τὸ σῶμα καὶ τὴν διάνοιαν· τὸ δὲ θεραπευθῆναι, καὶ πρὸς ἀλλήλους ἐπανελθεῖν, τοῦ λογισμοῦ καὶ τῆς χάριτος, ἣ καλῶς ἡμῖν καὶ δικαίως ἐβράβευσε, καὶ κρεῖττον ἢ κατὰ τὰς ἡμετέρας εὐχὰς, καὶ τὰς τῶν ἄλλων ἐλπίδας.

11. Ἡμεῖς τε γὰρ τὰς δοθείσας τῷ τμήματι κεφαλὰς, ὡς ὑπὲρ εὐσεβείας καινοτομηθείσας, καὶ εἰς βοήθειαν τοῦ ὀρθοῦ λόγου κάμνοντος, ἐν χάριτι προσηκάμεθα, καὶ οὐχ ὡς ἐχθροὺς ἀπεστράφημεν, ἀλλ᾿ ὡς ἀδελφοὺς περιεπτυξάμεθα μικρὸν ὑπὲρ κλήρου πατρικοῦ στασιάσαντας ἀδελφικῶς, ἀλλ᾿ οὐ πονηρῶς· καὶ τῆς μὲν ἔχθρας οὐκ ἐπῃνέσαμεν, τοῦ ζήλου δὲ ἀπεδεξάμεθα· κρείσσων γὰρ ἐμπαθοῦς ὁμονοίας ἡ ὑπὲρ εὐσεβείας διάστασις· καὶ διὰ τοῦτο προσθήκην ἑαυτῶν τὴν ὑφαίρεσιν πεποιήμεθα, κλέψαντες ἀγάπῃ τὴν καθ᾿ ἡμῶν ἐπίνοιαν, καὶ τοσοῦτον τῆς τάξεως ἐναλλάξαντες, ὅσον μὴ τῇ ψήφῳ τὴν χάριν ἀκολουθῆσαι, τὴν δὲ ψῆφον τῇ χάριτι, καὶ χερσὶν ἀλλοτρίαις εἰς ταύτην προσχρήσασθαι, μικρόν τι προληφθέντες ὑπὸ τοῦ Πνεύματος· ὑμεῖς τε, τὴν κατὰ τοῦ γράμματος ἀφέντες ὑπόνοιαν, τῷ πνεύματι προσεδράμετε· τῆς μὲν ἁπλότητος οὐκ ἐπαινέσαντες ἐπὶ τῷ φαινομένῳ τῶν ῥημάτων, ἀσέβειαν δὲ οὐκ ἐννοήσαντες· ἀλλ᾿ εἰδότες, ὅτι ἄπτωτος παρ᾿ ἡμῖν ἡ Τριὰς καὶ ἀσάλευτος, οὐδέν γε ἧττον ἢ ἐν αὐτῇ τῇ φύσει, καὶ τὸ περικόψαι τι τῶν τριῶν ἢ ἀποξενῶσαι ἴσον ἡμῖν καὶ τὸ πᾶν ἀνελεῖν, καὶ κατὰ πάσης χωρῆσαι γυμνῇ τε κεφαλῇ τῆς θεότητος. Καὶ ταῦτα παρ᾿ αὐτὴν ἀλλήλων ὑπεραπολογούμεθα τὴν διάστασιν, ἔστιν ὅτε καὶ παρ᾿ οἷς ἀνθρώπων, ὅπερ δὴ καὶ μέγιστος τῆς ἀληθείας ἔλεγχος, οὐδὲ ὑπὸ τοῦ καιροῦ νικωμένης, οὐδὲ τῆς ἔχθρας παντελῶς τὸν σπινθῆρα τῆς ἐν ἡμῖν ἀγάπης καταλυούσης· ὅτι τὸ μέγιστον ὑπῆν ἡμῖν καὶ στασιάζουσιν ἡ ὁμοδοξία, καὶ τὸ συνειδέναι μὴ ἑτεροζυγοῦσι περὶ τὴν ἀλήθειαν, μηδ᾿ ἐναντίως διακειμένοις, ἀλλὰ τῷ αὐτῷ χαρακτῆρι μεμορφωμένοις τῆς πίστεως, καὶ τῆς πρώτης ἡμῶν ἐλπίδος.

12. Οὐδὲν γὰρ οὕτως ἰσχυρὸν εἰς ὁμόνοιαν τοῖς γνησίοις τὰ πρὸς τὸν Θεὸν, ὡς ἡ περὶ Θεοῦ συμφωνία· καὶ οὐδὲν οὕτως ἕτοιμον εἰς διάστασιν, ὡς ἡ περὶ τοῦτο διαφωνία. Καὶ γὰρ ὁ τὰ ἄλλα ἐπιεικέστατος περὶ τοῦτο θερμότατος, καὶ ὁ πραῢς ὄντως γίνεται μαχητὴς, ὅταν ἴδῃ μακροθυμίᾳ Θεὸν ζημιούμενος, μᾶλλον δὲ Θεὸν ζημιῶν τῷ ἑαυτοῦ πτώματι, τὸν ἡμᾶς πλουτοῦντά τε καὶ πλουτίζοντα. Οὕτω μὲν οὖν, ὅπερ εἶπον, ἡμεῖς καὶ τὴν διάστασιν μετριώτεροι· ὡς περιφανεστέραν γενέσθαι καὶ τὴν ὁμόνοιαν τῆς διαζεύξεως, καὶ μικροῦ τὸ μέσον κλαπῆναι τοῖς ἀμφοτέρωθεν δεξιοῖς· ἐπεὶ δὲ οὐκ ἐξαρκεῖ τὸ τάχος τῆς εἰρήνης πρὸς τὴν ἀσφάλειαν, εἰ μή τις καὶ λόγος ὁ ταύτην κρατῶν φανείη, καὶ Θεὸς ἔλθοι τῷ λόγῳ σύμμαχος, παρ᾿ οὗ καλὸν ἅπαν καὶ ἄρχεται, καὶ εἰς τέλος ἔρχεται· φέρε καὶ δι᾿ εὐχῶν, καὶ διὰ λογισμῶν βεβαιωσώμεθα ταύτην εἰς δύναμιν· ἐκεῖνο πρῶτον ἐνθυμηθέντες, ὅτι κάλλιστον μὲν τῶν ὄντων καὶ ὑψηλότατον Θεὸς, εἰ μὴ τῷ φίλον καὶ ὑπὲρ τὴν οὐσίαν ἄγειν αὐτὸν, ἢ ὅλον ἐν αὐτῷ τιθέναι τὸ εἶναι, παρ᾿ οὗ καὶ τοῖς ἄλλοις· δεύτερον δὲ ὅσα ἐκ Θεοῦ πρῶτα καὶ περὶ Θεὸν, τὰς ἀγγελικὰς λέγω δυνάμεις καὶ οὐρανίους, αἳ, πρῶται σπῶσαι τοῦ πρώτου φωτὸς, καὶ τῷ τῆς ἀληθείας λόγῳ τρανούμεναι, φῶς εἰσι καὶ αὐταὶ τελείου φωτὸς ἀπαυγάσματα· τούτων δὲ οὐδὲν οὕτως ἴδιον, ὡς τὸ ἄμαχόν τε καὶ ἀστασίαστον. Οὔτε γὰρ ἐν θεότητι στάσις, ὅτι μηδὲ λύσις· λύσις γὰρ στάσεως ἔκγονον· ἀλλὰ τοσοῦτον τὸ τῆς ὁμονοίας καὶ πρὸς ἐαυτὴν, καὶ πρὸς τὰ δεύτερα, ὥστε καὶ προσηγορίαν τῷ Θεῷ γενέσθαι μετὰ τῶν ἄλλων, καὶ πρὸ τῶν ἄλλων, οἷς χαίρει καλούμενος, τοῦτο τὸ πλεονέκτημα. Εἰρήνη γὰρ καὶ ἀγάπη, καὶ τὰ τοιαῦτα ὀνομάζεται, ἡμῖν παρέχων διὰ τῶν ὀνομάτων ὡς Θεοῦ τούτων μεταποιεῖσθαι τῶν ἀρετῶν.

13. Ἀγγέλων δὲ ὁ μὲν στασιάσαι τολμήσας, καὶ ὑπὲρ τὴν ἀξίαν ἀρθῆναι κατέναντι Κυρίου παντοκράτορος τραχηλιάσας, καὶ τὴν ὑπὲρ τὰ νέφη καθέδραν ἐπινοῶν, ὡς ὁ τοῦ προφήτου λόγος, δίκην ἔδωκε τῆς ἀπονοίας ἀξίαν, σκότος ἀντὶ φωτὸς εἶναι κατακριθεὶς, ἢ τό γε ἀληθέστερον εἰπεῖν, ὑφ᾿ ἑαυτοῦ γενόμενος· οἱ δὲ λοιποὶ μένουσιν ἐπὶ τῆς ἑαυτῶν ἀξίας, ἧς πρῶτον τὸ εἰρηναῖον καὶ ἀστασίαστον, τὸ ἑν εἶναι λαβόντες παρὰ τῆς ἐπαινετῆς καὶ ἁγίας Τριάδος, παρ᾿ ἧς καὶ τὴν ἔλλαμψιν. Ἐπεὶ κἀκείνη εἷς Θεός ἐστί τε καὶ εἶναι πιστεύεται, οὐχ ἧττον διὰ τὴν ὁμόνοιαν ἢ τὴν τῆς οὐσίας ταυτότητα· ὥστε Θεοῦ μὲν καὶ τῶν θείων ἐγγὺς, ὅσοι τὸ τῆς εἰρήνης ἀγαθὸν ἀσπαζόμενοι φαίνονται, καὶ τῷ ἐναντίῳ τῇ στάσει ἀπεχθανόμενοί τε καὶ δυσχεραίνοντες· τῆς δ᾿ ἀντικειμένης μερίδος ὅσοι πολεμικοὶ τὸν τρόπον, καὶ τὸ εὐδόκιμον τῷ καινῷ θηρώμενοι, καὶ τῇ ἑαυτῶν αἰσχύνῃ καλλωπιζόμενοι· ἐπεὶ κἀκεῖνος αὐτός τε στασιάζει πρὸς ἑαυτὸν, καὶ τῷ πολυειδεῖ, καὶ τοῖς πάθεσι, κἀν τοῖς ἄλλοις, ταυτὸ τοῦτο ἐνεργεῖ, ὡς ἀνθρωποκτόνος ἀπ᾿ ἀρχῆς καὶ μισόκαλος, ἵν᾿ ἐν σκοτομήνῃ κατατοξεύῃ τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας, τῷ ζόφῳ τῆς στάσεως ἑαυτὸν ἐγκρύπτων, ὥσπερ οἶμαι, καὶ τοῖς καθ᾿ ἕκαστον πρόσεισι σοφιστικῶς τὰ πολλὰ καὶ πανούργως, καὶ οἷον χώραν ἐν ἡμῖν ὑπανοίγων ἑαυτῷ διὰ τῆς τέχνης, ἵν᾿ ὅλως εἰσπέσῃ, καθάπερ ἀριστεὺς στρατῷ κατὰ τὸ παραῤῥηγνύμενον τοῦ τειχίου ἢ τῆς παρατάξεως.

14. Ἓν μὲν δὴ τοῦτο, καὶ τοσοῦτον εἰς εὐνοίας τε καὶ συμφωνίας ἀνάγκην, ἡ Θεοῦ καὶ τῶν θείων μίμησις· πρὸς ἃ βλέπειν ἀσφαλὲς μόνα τὴν κατ᾿ εἰκόνα Θεοῦ γενομένην ψυχὴν, ἵν᾿ ὡς μάλιστα τὸ εὐγενὲς αὐτῇ διασώζηται διὰ τῆς πρὸς αὐτὰ νεύσεως, καὶ ὡς ἐφικτὸν ὁμοιώσεως· δεύτερον δὲ ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω, θείας φωνῆς ἀκούσαντες, καὶ καταμάθωμεν νόμους κτίσεως· ὅτι οὐρανὸς, καὶ γῆ, καὶ θάλασσα, καὶ ὁ σύμπας οὗτος κόσμος, τὸ μέγα τοῦ Θεοῦ στοιχεῖον καὶ περιβόητον, ᾧ καὶ δηλοῦται Θεὸς σιωπῇ κηρυττόμενος, ἕως μὲν εὐσταθεῖ καὶ εἰρηνεύει πρὸς ἑαυτὸν, ἐν τοῖς ἰδίοις ὅροις μένων τῆς φύσεως, καὶ οὐδὲν τοῦ ἑτέρου κατεξανίσταται, οὐδὲ τῶν τῆς εὐνοίας ἐκβαίνει δεσμῶν, οἷς ὁ τεχνίτης Λόγος τὸ πᾶν συνέδησε, κόσμος τέ ἐστιν, ὥσπερ λέγεται, καὶ κάλλος ἀπρόσιτον, καὶ οὐδὲν μή ποτε τούτου τις ἐπινοήσειε λαμπρότερον ἢ μεγαλοπρεπέστερον. Ὁμοῦ δὲ τοῦ εἰρηνεύειν πέπαυται, καὶ τοῦ εἶναι κόσμος. Ἢ γὰρ οὐ δοκεῖ σοι οὐρανὸς μὲν εὐτάκτως ἀέρι καὶ γῇ κοινωνῶν, τῷ μὲν φωτὸς, τῇ δὲ ὑετῶν, εὐνοίας κρατεῖσθαι νόμῳ; γῆ δὲ καὶ ἀὴρ, ἡ μὲν τροφὰς, ὁ δὲ τὸ ἀναπνεῖν χαριζόμενοι ζώοις ἅπασι, καὶ διὰ τοῦτο τὸ ζῇν συνέχοντος, γονέων ἀπομιμεῖσθαι φιλοστοργίαν;

15. Ὧραι δὲ ἡμέρως κιρνάμεναι, καὶ κατὰ μικρὸν ἀλλήλαις ὑπεξιοῦσαι, καὶ τὸ τῶν ἄκρων αὐστηρὸν τῇ μεσότητι τιθασσεύουσαι, πρός τε ἡδονὴν ἅμα καὶ χρείαν ἐπιτηδείως εἰρήνῃ βραβεύεσθαι; Τί δαὶ ἡμέρα καὶ νὺξ, ἰσομοιρίαν πρὸς ἀλλήλας λαχοῦσαι καὶ περιτροπὴν ἔμμετρον, καὶ ἡ μὲν εἰς ἔργον ἡμᾶς ἐγείρουσα, ἡ δὲ ἀναπαύουσα; Τί δαὶ ἥλιος, καὶ σελήνη, καὶ κάλλος ἀστέρων καὶ πλῆθος, ἐν τάξει φαινομένων τε καὶ ὑπανιόντων; Θάλασσα δὲ καὶ γῆ πράως ἀλλήλαις ἐπιμιγνύμενα, καὶ διαδιδόντα χρηστῶς, καὶ ἀντιλαμβάνοντα φιλανθρώπως τὸν ἄνθρωπον τρέφει, καὶ ἀνθρώπῳ τὰ παρ᾿ ἑαυτῶν χορηγοῦντα πλουσίως καὶ φιλοτίμως; Ποταμοὶ δὲ δι᾿ ὀρέων καὶ πεδίων ἑλκόμενοι, καὶ οὐχ ὑπερβαίνοντες, ὅτι μὴ πρὸς τὸ χρήσιμον, οὐδὲ ἐπιστρέφοντες καλῦψαι τὴν γῆν; Στοιχείων δὲ μίξεις καὶ κράσεις, καὶ μελῶν συμμετρίαι καὶ συμφωνίαι; ζώων δὲ τροφαὶ, καὶ γενέσεις, καὶ οἰκήσεις μεμερισμέναι; καὶ τὰ κρατοῦντα καὶ τὰ κρατούμενα, καὶ τὰ ὑπεζευγμένα ἡμῖν, καὶ τὰ ἐλεύθερα; Ταῦτα πάντα οὕτως ἔχοντα, καὶ κατὰ τὰς πρώτας αἰτίας τῆς ἁρμονίας, εἴτ᾿ οὖν συῤῥοίας τε καὶ συμπνοίας, εὐθυνόμενά τε καὶ διεξαγόμενα, τί ποτ᾿ ἐχρῆν δοκεῖν ἕτερον ἢ φιλίας τε καὶ ὁμονοίας εἶναι κηρύγματα, καὶ νομοθετεῖν ἀνθρώποις δι᾿ ἑαυτῶν τὸ ὁμόψυχον;

16. Ὅταν δὲ στασιάσῃ πρὸς ἑαυτὴν ἡ ὕλη, καὶ δυσκάθεκτος γένηται, μελετῶσα τὴν λύσιν διὰ τῆς στάσεως, ἢ Θεός τι παρασαλεύσῃ τῆς ἁρμονίας εἰς φόβον τῶν ἁμαρτανόντων καὶ κόλασιν, ἢ θαλάςσης ὑπεξιούσης, ἢ γῆς βρασσομένης, ἢ ξένων ὑετῶν φερομένων, ἢ συγκαλυφθέντος ἡλίου, ἢ πλεοναζούσης ὥρας, ἢ πυρὸς ὑπερβλύζοντος, ἀκοσμία κατὰ τοῦτο, καὶ φόβος περὶ τὸ πᾶν, καὶ τὸ τῆς εἰρήνης ἀγαθὸν τῇ στάσει δείκνυται. Καὶ ἵνα παρῶ δήμους, καὶ πόλεις, καὶ βασιλείας, ἔτι δὲ χοροὺς, καὶ στρατοὺς, καὶ οἴκους, καὶ νηῶν πληρώματα, καὶ συζυγίας, καὶ ἑταιρείας, ὑπὸ μὲν εἰρήνης συνεχομένας, ὑπὸ δὲ στάσεως καταλυομένας, ἐπὶ τὸν Ἰσραὴλ εἶμι τῷ λόγῳ, καὶ τῶν ἐκείνου παθῶν ὑπομνήσας ὑμᾶς, καὶ τῆς διασπορᾶς, καὶ τῆς ἄλης, ἥν τε νῦν ἔχουσι, καὶ ἣν ἐπὶ πλεῖστον ἕξωσι, πείθομαι γὰρ ταῖς περὶ αὐτῶν προῤῥήσεσιν, ἔπειτα ἐρήσομαι ἀκριβῶς εἰδότας ὑμᾶς, τί τὸ τῶν συμφορῶν τούτων αἴτιον, ἵνα παιδευθῶμεν τοῖς τῶν ἄλλων κακοῖς τὴν ὁμόνοιαν.

17. Οὐχ ἕως μὲν εἰρήνην εἶχον καὶ πρὸς ἀλλήλους καὶ πρὸς Θεὸν, Αἰγύπτῳ τῇ καμίνῳ τῇ σιδηρᾷ πιεζόμενοι, καὶ ὑπὸ τῆς κοινῆς θλίψεως συναγόμενοι (ἔστι γὰρ ὅτε καὶ τοῦτο φάρμακον ἀγαθὸν εἰς σωτηρίαν ἡ θλίψι)ς, λαός τε ἅγιος ἤκουον, καὶ μερὶς Κυρίου, καὶ βασίλειον ἱεράτευμα. Καὶ οὐ τοῖς μὲν ὀνόμασιν οὕτω, τοῖς δὲ ἔργοις ἑτέρως· ἀλλὰ καὶ στρατηγοῖς ἤγοντο ἀγομένοις ὑπὸ Θεοῦ, καὶ στύλῳ πυρὸς καὶ νεφέλης ὡδηγοῦντο νυκτὸς καὶ ἡμέρας· καὶ θάλασσα μὲν αὐτοῖς διίστατο φεύγουσι, πεινῶσι δὲ οὐρανὸς ἐχορήγει τροφὴν, πέτρα δὲ διψῶσιν ἐπήγαζε, πολεμοῦσι δὲ χειρῶν ἔκτασις ἀντὶ μυριάδων ἦν, δι᾿ εὐχῆς ἐγείρουσα τρόπαια, καὶ ὁδοποιοῦσα τὰ ἔμπροσθεν· ποταμοὶ δὲ ὑπεχώρουν τὴν συγγενῆ μιμούμενοι θάλασσαν, καὶ στοιχεῖα ἵστατο, καὶ τείχη σάλπιγξι κατεσείετο. Καὶ τί δεῖ λέγειν Αἰγυπτίων πληγὰς τούτοις χαριζομένας, καὶ Θεοῦ φωνὰς ἐξ ὄρους ἀκουομένας, καὶ νομοθεσίαν διπλῆν, τὴν μὲν ἐν γράμματι, τὴν δὲ ἐν πνεύματι, καὶ τἄλλα οἷς ἐτιμῶντο πάλαι παρὰ τὴν ἑαυτῶν ἀξίαν ὁ Ἰσραήλ. Ἐπεὶ δὲ νοσεῖν ἤρξαντο, καὶ κατ᾿ ἀλλήλων ἐμάνησαν καὶ διέστησαν εἰς μέρη πολλὰ (τοῦ σταυροῦ πρὸς τὴν ἐσχάτην ἀπώλειαν αὐτοὺς συνελαύνοντος, καὶ τῆς ἀπονοίας ἣν κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀπενοήθησαν, τὸν ἐν ἀνθρώπῳ Θεὸν ἀγνοήσαντε)ς, καὶ τὴν ῥάβδον τὴν σιδηρᾶν πόῤῥωθεν ἀπειλουμένην αὐτοῖς ἐφ᾿ ἑαυτοὺς εἵλκυσαν, τὴν νῦν ἐπικρατοῦσαν ἀρχὴν λέγω καὶ βασιλείαν, τί γίνεται; καὶ τί πεπόνθασι;

18. Θρηνεῖ μὲν αὐτοὺς Ἱερεμίας ἐπὶ τοῖς προτέροις πάθεσι, καὶ τὴν ἐπὶ Βαβυλῶνα αἰχμαλωσίαν ὀδύρεται· καὶ γὰρ ἦν ὄντως κἀκεῖνα θρήνων καὶ ὀδυρμῶν ἄξια· πῶς δὲ οὐ τῶν μεγίστων τείχη κατεσκαμμένα, πόλις ἠδαφισμένη, ἁγίασμα καθῃρημένον, ἀναθήματα σεσυλημένα, πόδες βέβηλοι καὶ χεῖρες· οἱ μὲν τοῖς ἀβάτοις ἐμβατεύοντες, αἱ δὲ κατῶν ἀψαύστων κατατρυφῶσαι, προφῆται σιγῶντες, ἱερεῖς ἀγόμενοι, πρεσβῦται μὴ ἐλεούμενοι, παρθένοι καθυβριζόμεναι, νεότης πίπτουσα, πῦρ ἀλλότριον καὶ πολέμιον, αἵματος ποταμοὶ ἀντὶ τοῦ ὁσίου πυρὸς καὶ αἵματος, Ναζαραῖοι κατασυρόμενοι, θρῆνοι τοῖς ὕμνοις ἀντεγειρόμενοι· καὶ ἵν᾿ ἐξ αὐτῶν εἴπω τι τῶν Ἱερεμίου Θρήνων, οἱ υἱοὶ Σιὼν, οἱ τίμιοι καὶ ἀντιτιθέμενοι χρυσίῳ, οἱ τρυφεροὶ καὶ κακῶν ἀπαθεῖς, ξένην ὁδὸν ὁδεύοντες· καὶ ὁδοὶ Σιὼν πενθοῦσαι παρὰ τὸ μὴ εἶναι τοὺς ἑορτάζοντας· καὶ μικρὸν πρὸ τούτων· χεῖρες γυναικῶν οἰκτιρμόνων, οὐ τροφὴν ὀρέγουσαι τέκνοις, τῆς πολιορκίας ἐπικρατούσης, ἀλλ᾿ ἐπὶ τροφὴν ταῦτα σπαράττουσαι, καὶ λιμοῦ φάρμακον τὰ ἑαυτῶν ποιούμεναι φίλτατα, Ταῦτα πῶς οὐ δεινὰ καὶ πέρα δεινῶν, οὐ τοῖς πάσχουσι τότε μόνον, ἀλλὰ καὶ νῦν τοῖς ἀκούουσιν; Ἐγὼ γοῦν ὁσάκις ἂν ταύτην ἀναλάβω τὴν βίβλον, καὶ τοῖς Θρήνοις συγγένωμαι, συγγίνομαι δ᾿ ὁσάκις ἂν εὐημερίαν σωφρονίσαι ἐθελήσω τῷ ἀναγνώσματι, ἐγκόπτομαι τὴν φωνὴν, καὶ συγχέομαι δάκρυσι, καὶ οἷον ὑπ᾿ ὄψιν μοι τὸ πάθος ἔρχεται, καὶ συνθρηνῶ τῷ θρηνήσαντι. Τὴν δὲ τελευταίαν αὐτῶν πληγήν τε καὶ μετανάστασιν, καὶ τὸν νῦν ἐπικείμενον αὐτοῖς τῆς δουλείας ζυγὸν, καὶ τὴν περιβόητον ὑπὸ Ῥωμαίοις ταπείνωσιν, ἧς οὐδὲν οὕτως ὡς ἡ στάσις αἴτιον, τίς θρηνήσει πρὸς ἀξίαν τῶν θρήνους γράφειν εἰδότων, καὶ λόγον ἐξισοῦν πάθει; Ποῖαι βίβλοι ταῦτα χωρήσουσι; Μία στήλη τούτοις τῆς συμφορᾶς ἡ οἰκουμένη πᾶσα καθ᾿ ἧς ἐσπάρησαν, καὶ ἡ λατρεία πεπαυμένη, καὶ αὐτῆς τῆς Ἱερουσαλὴμ τὸ ἔδαφος μόγις γινωσκόμενον, ἧς τοσοῦτον ἐπιβατὸν αὐτοῖς ἐστι μόνον, καὶ τοσοῦτον ἀπολαύουσι τῆς ποτε αὐτῶν δόξης, ὅσον ἐν ἡμέρᾳ φανέντες θρηνῆσαι τὴν ἐρημίαν.

19. Δεινοῦ δὲ ὄντος οὕτως τοῦ στασιάζειν, καὶ τοσούτων αἰτίου κακῶν, ὡς τά τε εἰρημένα δείκνυσι, καὶ διὰ πλειόνων ὑποδειγμάτων ἐστὶ μαθεῖν, ἔτι πολλῷ δεινότερον τὸ, καταλύσαντας μικροψυχίαν, καὶ τῶν τῆς εἰρήνης γευσαμένους καλῶν, πρὸς τὴν αὐτὴν νόσον πάλιν ὑπενεχθῆναι, καὶ πρὸς τὸν ἴδιον ἔμετον ἐπιστρέψαι, τὸ δὴ λεγόμενον, μηδ᾿ ὃ τοὺς ἀνοήτους παιδεύει τῇ πείρᾳ σωφρονισθέντας. Καὶ γὰρ ὁρῶ κούφους καὶ ἀνοήτους οὐ τούτους ὑπολαμβανομένους, οἳ ἂν κακῷ τινι παραμένωσιν, ἀλλὰ τοὺς ῥᾳδίως ἐπ᾿ ἀμφότερα φερομένους καὶ μεταῤῥέοντας, καθάπερ αὔρας μεταπιπτούσας, ἢ μεταβολὰς καὶ παλιῤῥοίας Εὐρίπων, ἢ θαλάσσης ἄστατα κύματα. Σκοπῶ δὲ κἀκεῖνο, ὅτι τοὺς μὲν ἐπὶ τῆς στάσεως μένοντας ἡ γοῦν ἐλπὶς τῆς ὁμονοίας ῥᾴους ποιεῖ, καὶ τὸ πλεῖστον αὐτοῖς ἐπικουφίζει τῆς συμφορᾶς· μεγίστη γὰρ ἐπικουρία τοῖς ἀτυχοῦσι μεταβολῆς ἐλπὶς, καὶ τὸ κρεῖττον ἐν ὀφθαλμοῖς κείμενον· οἱ δὲ πολλάκις μὲν ὁμονοήσαντες, ἀεὶ δὲ πρὸς τὴν κακίαν παλινδρομήσαντες, ἀφῄρηνται μετὰ τῶν ἄλλων καὶ τοῦ κρείττονος τὴν ἐλπίδα· οὐχ ἧττον τῆς στάσεως δεδοικότες ἀεὶ τὴν ὁμόνοιαν, καὶ μηδ᾿ ἑτέρῳ θαῤῥοῦντες, διὰ τὸ ἐν ἀμφοτέροις εὐκίνητον καὶ ἀστάθμητον.

20. Καὶ μηδεὶς οἰέσθω με λέγειν, ὅτι πᾶσαν εἰρήνην ἀγαπητέον· οἶδα γὰρ ὥσπερ στάσιν τινὰ βελτίστην, οὕτω καὶ βλαβερωτάτην ὁμόνοιαν· ἀλλὰ τήν γε καλὴν καὶ ἐπὶ καλῷ καὶ Θεῷ συνάπτουσαν. Εἰ δὲ δεῖ συντόμως διελέσθαι περὶ αὐτῶν, οὕτω γινώσκω, οὔτε νωθέστερον εἶναι τοῦ μετρίου καλὸν, οὔτε θερμότερον, ὡς ἢ δι᾿ εὐκολίαν πᾶσι συμφέρεσθαι, ἢ δι᾿ ἀταξίαν πάντων ἀποστατεῖν· ὁμοίως γὰρ καὶ τὸ νωθὲς ἄπρακτον, καὶ τὸ εὐκίνητον ἀκοινώνητον. Ἀλλ᾿ οὗ μὲν ἂν ᾖ πρόδηλα τὰ τῆς ἀσεβείας, καὶ πυρὶ, καὶ σιδήρῳ, καὶ καιροῖς, καὶ δυνάσταις, καὶ πᾶσι πρότερον ὁμόσε χωρητέον, ἢ τῆς ζύμης μεθεκτέον τῆς πονηρᾶς, καὶ συγκαταθετέον τοῖς κακῶς ἔχουσι, καὶ οὐδὲν οὕτω τῶν ἁπάντων φοβητέον, ὡς ἄλλο τι πρὸ Θεοῦ φοβηθῆναι, καὶ διὰ τοῦτο προδοῦναι περὶ τῆς πίστεως λόγους καὶ τῆς ἀληθείας, ἀληθείᾳ δουλεύοντας· οὗ δὲ τὸ λυποῦν ὑπόνοια καὶ φόβος ἀνεξέταστος, βελτίων τοῦ τάχους ἡ μακροθυμία, καὶ τῆς αὐθαδείας ἡ συγκατάβασις, καὶ πολλῷ κρεῖττον καὶ λυσιτελέστερον, ἐν τῷ κοινῷ σώματι μένοντας, καταρτίζειν ἀλλήλους ὡς ἀλλήλων μέλη, καὶ καταρτίζεσθαι, ἢ προκαταγνόντας διὰ τῆς ἀποστάσεως, καὶ τὸ ἀξιόπιστον τῷ χωρισμῷ λύσαντας, ἔπειτα ἐξ ἐπιτάγματος, ὥσπερ τυράννους, ἀλλ᾿ οὐκ ἀδελφοὺς, νομοθετεῖν τὴν διόρθωσιν.

21. Ταῦτα εἰδότες, ἀδελφοὶ, περιλάβωμεν ἀλλήλους, περιπτυξώμεθα, γενώμεθα γνησίως ἑν, μιμησώμεθα τὸν τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντα, καὶ διὰ τοῦ αἵματος αὐτοῦ πάντα συναγαγόντα, καὶ εἰρηνεύσαντα· εἴπωμεν τῷ κοινῷ Πατρὶ τούτῳ, τῇ σεμνῇ πολιᾷ, τῷ πράῳ καὶ ἠπίῳ ποιμένι· Ὁρᾷς τὰ ἐπίχειρα τῆς ἐπιεικείας; Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε ἐπισυνηγμένα τὰ τέκνα σου, ὃν τρόπον ἐπόθεις, καὶ ὃ προστεθῆναί σοι μόνον ᾐτοῦ νυκτὸς καὶ ἡμέρας, ἵν᾿ ἐν γήρᾳ καλῷ καταλύσῃς τὴν παροικίαν· ἰδοὺ πάντες ἥκασι πρὸς σὲ, καὶ ὑπὸ τὰς σὰς ἀναπαύονται πτέρυγας, καὶ τὸ ἑαυτῶν κυκλοῦσι θυσιαστήριον, μετὰ δακρύων ἀποφοιτήσαντες, καὶ μετ᾿ εὐφροσύνης προστρέχοντες. Χαῖρε καὶ κατατέρπου, πατέρων ἄριστε καὶ φιλοτεκνότατε, ὅτι πάντας αὐτοὺς ἐνδέδυσαι καὶ περιβέβλησαι, ὡς κόσμον νύμφη. Φθέγξαι καὶ σὺ πρὸς ἡμᾶς· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Πρόςθες καὶ ἄλλην φωνὴν δεσποτικὴν καὶ μάλα οἰκείαν· Οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.

22. Μηδέ γε ἀπόλοιτο μηδεὶς, ἀλλὰ πάντες μένωμεν ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου, σύμψυχοι, τὸ ἑν φρονοῦντες, ὡπλισμένοι τῷ θυρεῷ τῆς πίστεως, περιεζωσμένοι τὴν ὀσφὺν ἐν ἀληθείᾳ, ἕνα μόνον εἰδότες τὸν κατὰ τοῦ πονηροῦ πόλεμον, καὶ τῶν ὑπ᾿ ἐκείνου στρατηγουμένων, μὴ φοβούμενοι τοὺς δυναμένους ἀποκτεῖναι τὸ σῶμα, τῆς δὲ ψυχῆς λαβέσθαι μὴ δυναμένους, φοβούμενοι δὲ τὸν καὶ ψυχῆς καὶ σώματος Κύριον· φυλάσσοντες τὴν καλὴν παρακαταθήκην, ἣν παρὰ τῶν Πατέρων εἰλήφαμεν, προσκυνοῦντες Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα· ἐν Υἱῷ τὸν Πατέρα, ἐν Πνεύματι τὸν Υἱὸν γινώσκοντες, εἰς ἃ βεβαπτίσμεθα, εἰς ἃ πεπιστεύκαμεν, οἷς συντετάγμεθα, πρὶν συνάψαι διαιροῦντες, καὶ πρὶν διαιρεῖν συνάπτοντες, οὔτε τὰ τρία ὡς ἕνα (οὐ γὰρ ἀνυπόστατα, ἢ κατὰ μιᾶς ὑποστάσεως, ὡς εἶναι τὸν πλοῦτον ἡμῖν ἐν ὀνόμασιν, ἀλλ᾿ οὐ πράγμασ)ι, καὶ τὰ τρία ἕν. Ἓν γὰρ οὐχ ὑποστάσει, ἀλλὰ θεότητι· μονὰς ἐν Τριάδι προσκυνουμένη, καὶ Τριὰς εἰς μονάδα ἀνακεφαλαιουμένη, πᾶσα προσκυνητὴ, βασιλικὴ πᾶσα, ὁμόθρονος, ὁμόδοξος, ὑπερκόσμιος, ὑπέρχρονος, ἄκτιστος, ἀόρατος, ἀναφὴς, ἀπερίληπτος, πρὸς μὲν ἑαυτὴν ὅπως ἔχει τάξεως, αὐτῇ μόνῃ γινωσκομένη, σεπτὴ δ᾿ ἡμῖν ὁμοίως καὶ λατρευτὴ, καὶ μόνη τοῖς Ἁγίοις τῶν ἁγίων ἐμβατεύουσα. τὴν δὲ κτίσιν πᾶσαν ἐκτὸς ἐῶσα, τὴν μὲν τῷ πρώτῳ, τὴν δὲ τῷ δευτέρῳ διειργομένην καταπετάσματι· πρώτῳ μὲν τὴν οὐράνιον καὶ ἀγγελικὴν ἀπὸ τῆς θεότητος, δευτέρῳ δὲ τὴν ἡμετέραν ἀπὸ τῶν οὐρανίων. Ταῦτα πράσσωμεν, καὶ οὕτως ἔχωμεν, ἀδελφοὶ, καὶ τοὺς ἑτέρως φρονοῦντας, ὡς λύμην τῆς ἀληθείας, ἕως μὲν ἂν ᾖ δυνατὸν, προσλαμβανώμεθα καὶ θεραπεύωμεν· ἀνιάτως δ᾿ ἔχοντας ἀποστρεφώμεθα, μὴ τῆς νόσου μεταλάβωμεν, πρὶν μεταδοῦναι τῆς ἑαυτῶν ὑγιείας· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾿ ἡμῶν, τῆς πάντα νοῦν ὑπερεχούσης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.