1. Ἄνδρες ἀδελφοὶ καὶ συμπένητες, πτωχοὶ γὰρ ἅπαντες, καὶ τῆς θείας χάριτος ἐπιδεεῖς, κἂν ἄλλος ἄλλου προέχειν δοκῇ, μικροῖς μέτροις μετρούμενος, δέξασθε τὸν περὶ φιλοπτωχίας λόγον, μὴ πενιχρῶς, ἀλλὰ φιλοτίμως, ἵνα βασιλείαν πλουτήσητε· συνεύξασθε δὲ καὶ ἡμᾶς πλουσίως τοῦτον ὑμῖν χορηγῆσαι, καὶ θρέψαι τῷ λόγῳ τὰς ὑμετέρας ψυχὰς, καὶ διαθρύψαι πεινῶσι τὸν πνευματικὸν ἄρτον· εἴτε ἀπ᾿ οὐρανοῦ τροφὴν ὕοντας, καθάπερ Μωϋσῆς ὁ παλαιὸς ἐκεῖνος, καὶ ἄρτον ἀγγέλων χαριζομένους· εἴτε ἄρτοις ὀλίγοις ἐν ἐρημίᾳ τρέφοντας μέχρι κόρου καὶ μυριάδας, καθάπερ Ἰησοῦς ὕστερον, ὁ ἀληθινὸς ἄρτος, καὶ τῆς ἀληθινῆς ζωῆς αἴτιος. Ἔστι μὲν οὖν οὐ πάνυ τι ῥᾴδιον τῶν ἀρετῶν τὴν νικῶσαν εὑρεῖν, καὶ ταύτῃ δοῦναι τὰ πρεσβεῖα καὶ τὰ νικητήρια· ὥσπερ οὐδὲ ἐν λειμῶνι πολυανθεῖ καὶ εὐώδει, τῶν ἀνθέων τὸ κάλλιστον καὶ εὐωδέστατον, ἄλλοτε ἄλλου τὴν ὄσφρησιν καὶ τὴν ὄψιν πρὸς ἑαυτὸ μεθέλκοντος, καὶ πρῶτον δρέπεσθαι πείθοντος. Ὡς δ᾿ οὖν ἐμὲ, περὶ τούτων διελέσθαι σκεπτέον οὕτως.
2. Καλὸν πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· καὶ μάρτυς τῆς πίστεως Ἀβραὰμ, δικαιωθεὶς ἐκ πίστεως· τῆς ἐλπίδος, Ἐνὼς, ὃς πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸν Κύριον, καὶ πάντες οἱ δίκαιοι διὰ τὴν ἐλπίδα κακοπαθοῦντες· τῆς ἀγάπης, ὁ θεῖος Ἀπόστολος, τολμήσας τι καὶ καθ᾿ ἑαυτοῦ διὰ τὸν Ἰσραὴλ φθέγξασθαι· καὶ ὁ Θεὸς αὐτὸς, ἀγάπη καλούμενος. Καλὸν ἡ φιλοξενία· καὶ μάρτυς ἐν μὲν δικαίοις, Λὼτ ὁ Σοδομίτης, καὶ οὐ Σοδομίτης τὸν τρόπον· ἐν δὲ ἁμαρτωλοῖς, Ῥαὰβ ἡ πόρνη, καὶ οὐ πόρνη τὴν προαίρεσιν, διὰ φιλοξενίαν ἐπαινεθεῖσά τε καὶ σωθεῖσα. Καλὸν ἡ φιλαδελφία, καὶ μάρτυς Ἰησοῦς, οὐκ ἀδελφὸς ἡμῶν κληθῆναι μόνον, ἀλλὰ καὶ παθεῖν ὑπὲρ ἡμῶν ἀνασχόμενος. Καλὸν ἡ φιλανθρωπία· καὶ μάρτυς ὁ αὐτὸς Ἰησοῦς, οὐ ποιήσας μόνον τὸν ἄνθρωπον ἐπ᾿ ἔργοις ἀγαθοῖς, καὶ τὴν εἰκόνα τῷ χοῒ συζεύξας ὁδηγὸν τῶν καλλίστων, καὶ τῶν ἄνω πρόξενον, ἀλλὰ καὶ γενόμενος ὑπὲρ ἡμῶν ἄνθρωπος. Καλὸν ἡ μακροθυμία, καὶ ὁ αὐτὸς μάρτυς, οὐ τὰς λεγεῶνας μόνον τῶν ἀγγέλων παραιτησάμενος κατὰ τῶν ἐπανισταμένων καὶ τυραννούντων, οὐδὲ τῷ Πέτρῳ μόνον ἐπιτιμήσας αἰρομένῳ τὴν μάχαιραν, ἀλλὰ καὶ τὸ ὠτίον ἀποκαταστήσας τῷ πεπληγότι. Τὸ δ᾿ αὐτὸ καὶ Στέφανος ὕστερον ὁ τοῦ Χριστοῦ μαθητὴς, ὑπὲρ τῶν λιθαζόντων αὐτὸν προσευχόμενος. Καλὸν ἡ πραότης, καὶ μαρτυροῦσι Μωϋσῆς καὶ Δαβὶδ, τοῦτο πρὸ τῶν ἄλλων μαρτυρηθέντες, καὶ ὁ τούτων διδάσκαλος, οὐκ ἐρίζων, οὐδὲ κραυγάζων, οὐδὲ ἐν ταῖς πλατείαις φωνὴν προιέμενος, οὐδὲ ζυγομαχῶν πρὸς τοὺς ἄγοντας.
3. Καλὸν ὁ ζῆλος, καὶ μαρτυρεῖ Φινεὲς, τὴν Μαδιανῖτιν τῷ Ἰσραηλίτῃ συνεκκεντήσας, ἵνα ἐξέλῃ ὄνειδος ἐξ υἱῶν Ἰσραὴλ, καὶ ὀνομασθεὶς ἐκ τῆς προαιρέσεως· καὶ μετ᾿ ἐκεῖνον, οἱ λέγοντες· Ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ· καὶ, Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ· καὶ, Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με· καὶ οὐ λέγοντες τοῦτο μόνον, ἀλλὰ καὶ πάσχοντες. Καλὸν ὑποπιασμὸς σώματος· καὶ πειθέτω σε Παῦλος, ἑαυτὸν ἔτι παιδαγωγῶν, καὶ φοβῶν διὰ τοῦ Ἰσραὴλ τοὺς ἑαυτοῖς θαῤῥοῦντας καὶ ἐφιέντας τῷ σώματι· καὶ Ἰησοῦς αὐτὸς νηστεύων, καὶ πειραζόμενος, καὶ νικῶν τὸν πειράζοντα. Καλὸν προσευχὴ καὶ ἀγρυπνία· καὶ πειθέτω σε Θεὸς ἀγρυπνῶν πρὸ τοῦ πάθους, καὶ προσευχόμενος. Καλὸν ἁγνεία, καὶ παρθενία· καὶ πειθέτω σε Παῦλος περὶ τούτων νομοθετῶν, καὶ βραβεύων δικαίως γάμῳ καὶ ἀγαμίᾳ, καὶ Ἰησοῦς αὐτὸς ἐκ Παρθένου γεννώμενος, ἵνα καὶ γέννησιν τιμήσῃ, καὶ προτιμήσῃ παρθενίαν. Καλὸν ἐγκράτεια· καὶ πειθέτω σε Δαβὶδ, ἡνίκα τοῦ ἐν Βηθλεὲμ ἐκράτησε φρέατος, μὴ πιὼν, ἀλλὰ σπείσας μόνον τοῦ ὕδατος, μηδὲ ἀνασχόμενος ἴδιον πληρῶσαι πάθος ἐν ἀλλοτρίῳ αἵματι.
4. Καλὸν ἐρημία καὶ ἡσυχία· καὶ διδάσκει με ὁ Κάρμηλος Ἡλίου, ἢ ἔρημος Ἰωάννου, Ἰησοῦ τὸ ὄρος, εἰς ὃ πολλάκις ἀναχωρῶν φαίνεται, καὶ καθ᾿ ἡσυχίαν ἑαυτῷ συγγινόμενος. Καλὸν ἡ εὐτέλεια· καὶ διδάσκει με Ἠλίας ἀναπαυόμενος παρὰ χήρᾳ, Ἰωάννης θριξὶ καμήλου σκεπόμενος, Πέτρος ἀσσαρίου θέρμοις τρεφόμενος. Καλὸν ἡ ταπεινοφροσύνη, καὶ πολλὰ ταύτης, καὶ πολλαχόθεν τὰ ὑποδείγματα, καὶ πρὸ τῶν ἄλλων, ὁ πάντων Σωτὴρ καὶ Δεσπότης, οὐ ταπεινώσας ἑαυτὸν μόνον μέχρι δούλου μορφῆς, οὐδὲ τὸ πρόσωπον αἰσχύνῃ ὑποθεὶς ἐμπτυσμάτων, καὶ μετὰ τῶν ἀνόμων λογισθεὶς, ὁ τὸν κόσμον καθαίρων τῆς ἁμαρτίας, ἀλλὰ καὶ τῶν μαθητῶν νίπτων τοὺς πόδας ἐν δουλικῷ τῷ σχήματι. Καλὸν ἡ ἀκτημοσύνη καὶ χρημάτων ὑπεροψία· καὶ μαρτυρεῖ Ζακχαῖος, καὶ Χριστὸς αὐτός· ὁ μὲν, τῇ εἰσόδῳ Χριστοῦ, μικροῦ πάντα καρποφορήσας· ὁ δὲ, τῷ πλουσίῳ τὸ τέλειον ἐν τούτῳ περιορίσας. Καὶ συντομώτερον ἔτι περὶ τούτων εἰπεῖν, καλὸν θεωρία, καὶ καλὸν πρᾶξις· ἡ μὲν, ἐντεῦθεν ἐπανιστᾶσα, καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων χωροῦσα, καὶ τὸν νοῦν ἡμῶν πρὸς τὸ συγγενὲς ἐπανάγουσα· ἡ δὲ, Χριστὸν ὑποδεχομένη, καὶ θεραπεύουσα, καὶ τοῖς ἔργοις τὸ φίλτρον ἐλέγχουσα.
5. Τούτων ἕκαστον μία τις σωτηρίας ὁδὸς, καὶ πρός τινα τῶν μονῶν πάντως φέρουσα τῶν αἰωνίων καὶ μακαρίων· ἐπειδὴ ὥσπερ διάφοροι βίων αἱρέσεις, οὕτω καὶ μοναὶ πολλαὶ παρὰ Θεῷ, κατὰ τὴν ἀξίαν ἑκάστῳ μεριζόμεναί τε καὶ διαιρούμεναι· καὶ ὁ μὲν τήνδε κατορθούτω τὴν ἀρετὴν, ὁ δὲ τήνδε, ὁ δὲ πλείους, ὁ δὲ τὰς πάσας, εἰ οἷόν τε· μόνον ὁδευέτω, καὶ ἐφιέσθω τοῦ πρόσω, καὶ κατὰ πόδας ἑπέσθω τῷ καλῶς ὁδηγοῦντι, καὶ κατευθύνοντι, καὶ διὰ τῆς στενῆς ὁδοῦ καὶ πύλης ἐπὶ τὸ πλάτος ἄγοντι τῆς ἐκεῖθεν μακαριότητος. Εἰ δὲ δεῖ Παύλῳ καὶ αὐτῷ Χριστῷ πειθόμενον, πρώτην τῶν ἐντολῶν καὶ μεγίστην, ὡς κεφάλαιον νόμου καὶ προφητῶν τὴν ἀγάπην ὑπολαμβάνειν, ταύτης τὸ κράτιστον εὑρίσκω φιλοπτωχίαν, καὶ τὴν περὶ τὸ συγγενὲς εὐσπλαγχνίαν τε καὶ συμπάθειαν. Οὐδενὶ γὰρ οὕτω τῶν πάντων, ὡς ἐλέῳ, Θεὸς θεραπεύεται, ὅτι μηδὲ οἰκειότερον ἄλλο τούτου Θεῷ, οὗ ἔλεος καὶ ἀλήθεια προπορεύονται, καὶ ᾧ προσοιστέον τὸν ἔλεον πρὸ τῆς κρίσεως· οὐδὲ ἄλλῳ τινὶ μᾶλλον, ἢ φιλανθρωπίᾳ τὸ φιλάνθρωπον ἀντιδίδοται παρὰ τοῦ δικαίως ἀντιμετροῦντος, καὶ τιθέντος ἐν ζυγῷ καὶ σταθμῷ τὸν ἔλεον.
6. Πᾶσι μὲν δὴ πτωχοῖς ἀνοικτέον τὰ σπλάγχνα, καὶ τοῖς καθ᾿ ἡντιναοῦν αἰτίαν κακοπαθοῦσι, κατὰ τὴν, χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων, κελεύουσαν ἐντολήν· καὶ προεισενεκτέον ἀνθρώπους ὄντας ἀνθρώποις τὸν ἔρανον τῆς χρηστότητος, εἴτε διὰ χηρείαν χρῄζοιεν ταύτης, εἴτε δι᾿ ὀρφανίαν, εἴτε ἀποξένωσιν πατρίδος, εἴτε ὠμότητα δεσποτῶν, εἴτε ἀρχόντων θράσος, εἴτε φορολόγων ἀπανθρωπίαν, εἴτε λῃστῶν μιαιφονίαν, εἴτε κλεπτῶν ἀπληστίαν, εἴτε δήμευσιν, εἴτε ναυάγιον· πάντες γὰρ ὁμοίως ἐλεεινοὶ, καὶ οὕτω βλέποντες εἰς τὰς ἡμετέρας χεῖρας, ὡς ἡμεῖς εἰς τὰς τοῦ Θεοῦ, περὶ ὧν ἂν δεώμεθα· καὶ τούτων αὐτῶν οἱ παρ᾿ ἀξίαν κακοπαθοῦντες, τῶν ἐν ἔθει τοῦ δυστυχεῖν ὄντων ἐλεεινότεροι· ἐξαιρέτως δὲ τοῖς ὑπὸ τῆς ἱερᾶς νόσου διεφθαρμένοις, καὶ μέχρι σαρκῶν, καὶ ὀστέων, καὶ μυελῶν, ὡς ἡ κατά τινων ἀπειλὴ, βεβρωμένοις, καὶ προδεδομένοις ὑπὸ τοῦ μοχθηροῦ, καὶ ταπεινοῦ, καὶ ἀπίστου τούτου σώματος· ᾧ πῶς συνεζύγην, οὐκ οἶδα· καὶ πῶς εἰκών τέ εἰμι Θεοῦ, καὶ τῷ πηλῷ συμφύρομαι· ὃ καὶ εὐεκτοῦν πολεμεῖ, καὶ ἀνιᾷ πολεμούμενον· ὃ καὶ ὡς σύνδουλον ἀγαπῶ, καὶ ὡς ἐχθρὸν ἀποστρέφομαι· ὃ καὶ ὡς δεσμὸν φεύγω, καὶ ὡς συγκληρονόμον αἰσχύνομαι· τῆξαι φιλονεικῶ, καὶ οὐκ ἔχω τίνι συνεργῷ πρὸς τὰ κάλλιστα χρήσωμαι, ὡς εἰδὼς εἰς ὃ γέγονα, καὶ ὅτι δεῖ με πρὸς Θεὸν ἀναβῆναι διὰ τῶν πράξεων.
7. Φείδομαι ὡς συνεργοῦ, καὶ οὐκ ἔχω πῶς φύγω τὴν ἐπανάστασιν, ἢ πῶς μὴ ἀπὸ Θεοῦ πέσω βαρηθεὶς ταῖς πέδαις κατασπώσαις, ἢ κατεχούσαις εἰς ἔδαφος. Ἐχθρός ἐστιν εὐμενὴς, καὶ φίλος ἐπίβουλος. Ὢ τῆς συζυγίας καὶ τῆς ἀλλοτριώσεω!ς Ὃ φοβοῦμαι περιέπω, καὶ ὃ στέργω δέδοικα· πρὶν πολεμῆσαι, καταλλάσσομαι· καὶ πρὶν εἰρηνεῦσαι, διίσταμαι. Τίς ἡ περὶ ἐμὲ σοφία; καὶ τί τὸ μέγα τοῦτο μυστήριον; Ἢ βούλεται μοῖραν ἡμᾶς ὄντας Θεοῦ, καὶ ἄνωθεν ῥεύσαντας, ἵνα μὴ διὰ τὴν ἀξίαν ἐπαιρόμενοι καὶ μετεωριζόμενοι καταφρονῶμεν τοῦ κτίσαντος, ἐν τῇ πρὸς τὸ σῶμα πάλῃ καὶ μάχῃ πρὸς αὐτὸν ἀεὶ βλέπειν, καὶ τὴν συνεζευγμένην ἀσθένειαν παιδαγωγίαν εἶναι τοῦ ἀξιώματος· ἵνα εἰδῶμεν οἱ αὐτοὶ μέγιστοί τε ὄντες καὶ ταπεινότατοι, ἐπίγειοι καὶ οὐράνιοι, πρόσκαιροι καὶ ἀθάνατοι, κληρονόμοι φωτὸς καὶ πυρὸς, εἴτ᾿ οὖν σκότους, ὁποτέρως ἂν νεύσωμεν; Τοιοῦτον τὸ κρᾶμα ἡμῶν, καὶ διὰ ταῦτα, ὡς γοῦν ἐμοὶ καταφαίνεται, ἵν᾿ ὅταν ἐπαιρώμεθα διὰ τὴν εἰκόνα, διὰ τὸν χοῦν συστελλώμεθα. Ταῦτα μὲν οὖν ὁ βουλόμενος φιλοσοφείτω, καὶ ἡμεῖς γε συμφιλοσοφήσομεν εὐκαιρότερον.
8. Νυνὶ δὲ, ὅ μοι λέγειν ὁ λόγος ὥρμησε, τῶν ἐμῶν περιαλγοῦντι σαρκῶν, καὶ τῆς ἐμῆς ἀσθενείας ἐν ἀλλοτρίοις πάθεσι, θεραπευτέον, ἀδελφοὶ, τὸ συγγενὲς καὶ ὁμόδουλον. Εἰ γὰρ καὶ ὡς ἐχθροῦ κατηγόρησα διὰ τὸ πάθος, ἀλλὰ καὶ ὡς φίλου περιέχομαι διὰ τὸν συνδήσαντα· καὶ θεραπευτέον οὐχ ἧττον τὰ τῶν πλησίον, ἢ ἕκαστον τὸ ἑαυτοῦ, τῶν τε ὑγιαινόντων, καὶ τῶν ὑπὸ τῆς αὐτῆς νόσου δαπανωμένων. Πάντες γὰρ ἕν ἐσμεν ἐν Κυρίῳ, εἴτε πλούσιος, εἴτε πένης, εἴτε δοῦλος, εἴτε ἐλεύθερος, εἴτε ὑγιαίνων, εἴτε πονηρῶς ἔχων τοῦ σώματος· καὶ μία κεφαλὴ πάντων, ἐξ οὗ τὰ πάντα, Χριστός· καὶ ὅπερ ἐστὶν ἀλλήλοις τὰ μέλη, τοῦτο ἕκαστος ἑκάστῳ, καὶ πᾶσιν ἅπαντες· οὔκουν περιοπτέον, οὐδὲ ἀμελητέον τῶν προεμπεσόντων εἰς τὴν κοινὴν ἀσθένειαν· οὐδὲ ἀγαπητέον μᾶλλον, ὅτι εὖ ἡμῖν ἔχει τὰ σώματα, ἢ πενθητέον, ὅτι ἀθλίως τοῖς ἀδελφοῖς· καὶ ἡγεῖσθαι μίαν ἀσφάλειαν εἶναι τῶν ἡμετέρων σαρκῶν καὶ ψυχῶν, τὴν εἰς ἐκείνους φιλανθρωπίαν· σκοπῶμεν δὲ οὕτως.
9. Τοῖς μὲν ἄλλοις ἑν μόνον ἐλεεινὸν, τὸ τῆς ἀπορίας· ὃ τάχ᾿ ἂν ἢ χρόνος, ἢ πόνος, ἢ φίλος, ἢ συγγενὴς, ἢ καιροῦ μεταβολὴ λύσαιεν. Τοῖς δὲ τοῦτο μὲν οὐδενὸς ἧττον, εἰ μὴ καὶ μᾶλλον, ὅσῳ τοῦ πονεῖν καὶ βοηθεῖν ἑαυτοῖς οὐκ ἔχουσιν, εἰς τὰ ἀναγκαῖα μετὰ τῶν σαρκῶν ἀφῄρηνται, καὶ μείζων ἀεὶ τῆς ἀσθενείας αὐτοῖς μᾶλλον ὁ φόβος, ἢ ἡ τῆς ὑγείας ἐλπίς· ὥστε μικρὸν γοῦν τι βοηθεῖσθαι παρὰ τῆς ἐλπίδος, ἣ μόνον τοῖς ἀτυχοῦσίν ἐστι φάρμακον. Πρὸς δὲ τῇ πενίᾳ, καὶ ἡ νόσος κακὸν δεύτερον, καὶ κακῶν τὸ ἀπευκτότατον, καὶ βαρύτατον, καὶ εἰς κατάραν τοῖς πολλοῖς προχειρότατον. Καὶ τρίτον, τὸ μὴ προσιτοὺς αὐτοὺς εἶναι, μηδὲ θεατοὺς τοῖς πλείοσιν, ἀλλὰ φευκτοὺς, καὶ βδελυκτοὺς, καὶ οἷον ἀποτροπαίους· ὃ καὶ τῆς νόσου τούτοις βαρύτερον, ὅταν αἴσθωνται διὰ τὴν συμφορὰν καὶ μισούμενοι. Ἐγὼ μὲν οὐδὲ ἀδακρυτὶ φέρω τὸ τούτων πάθος, καὶ τῇ μνήμῃ συγχέομαι· πάσχοιτε δὲ καὶ ὑμεῖς ταυτὸν, ἵνα τοῖς δάκρυσι τὰ δάκρυα φύγητε· καὶ πάσχουσί γε, οἶδ᾿ ὅτι, τῶν παρόντων ὅσοι φιλόχριστοι καὶ φιλόπτωχοι, καὶ Θεοῦ, καὶ παρὰ Θεοῦ τὸ ἐλεεῖν ἔχοντες· μάρτυρες δὲ καὶ ὑμεῖς τοῦ πάθους.
10. Πρόκειται τοῖς ὀφθαλμοῖς ἡμῶν θέαμα δεινὸν καὶ ἐλεεινὸν, καὶ πᾶσι, πλὴν τῶν εἰδότων, ἄπιστον, ἄνθρωποι νεκροὶ καὶ ζῶντες, ἠκρωτηριασμένοι τοῖς πλείστοις τοῦ σώματος μέρεσι, μήθ᾿ οἵτινές ποτε ἦσαν, μηδὲ ὅθεν εἰσὶ μικροῦ γινωσκόμενοι· μᾶλλον δὲ τῶν ποτε ἀνθρώπων ἄθλια λείψανα· πατέρας, καὶ μητέρας, καὶ ἀδελφοὺς, καὶ τόπους, ἑαυτῶν γνωρίσματα λέγοντες· Ἐγὼ τοῦ δεῖνος, καὶ ἡ δεῖνά μοι μήτηρ, καὶ τόδε μοι ὄνομα, καὶ σύ μοι φίλος ποτὲ καὶ γνώριμος. Καὶ τοῦτο πράττουσιν, οὐ γὰρ ἔχουσι τῷ παλαιῷ χαρακτῆρι γινώσκεσθαι· ἄνθρωποι περικεκομμένοι, καὶ περιῃρημένοι χρήματα, συγγένειαν, φίλους, αὐτὰ τὰ σώματα· ἄνθρωποι μόνοι τῶν πάντων ἐλεοῦντές τε ἑαυτοὺς, καὶ μισοῦντες ὁμοίως· οὐκ ἔχοντες πότερα μᾶλλον θρηνήσωσι, τὰ μηκέτ᾿ ὄντα τοῦ σώματος, ἢ τὰ μένοντα· ὅσα προανάλωσεν ἡ νόσος, ἢ ὅσα τῇ νόσῳ λείπεται. Τὰ μὲν γὰρ ἀνήλωται δυστυχῶς, τὰ δὲ σώζεται δυστυχέστερον· τὰ μὲν οἴχεται πρὸ τῶν τάφων, τὰ δὲ οὐκ ἔστιν ὁ παραδώσων ταφῇ. Καὶ γὰρ ὁ λίαν χρηστὸς καὶ φιλάνθρωπος, τούτοις ἐστὶν ἀναλγητότατος· κἀνταῦθα μόνον ἐπελαθόμεθα σάρκες ὄντες, καὶ τὸ σῶμα τῆς ταπεινώσεως περικείμενοι· καὶ τοσούτου δέομεν θεραπεύειν τὸ συγγενὲς, ὥστε καὶ τῶν ἡμετέρων σωμάτων ἀσφάλειαν τὴν τούτων φυγὴν νομίζομεν. Καὶ νεκρῷ μὲν ἤδη προσῆλθέ τις παλαιῷ, καὶ τούτῳ τυχὸν ὀδωδότι, καὶ ζώων ἀλόγων ἤνεγκεν ὀδωδότα σώματα, καὶ βορβόρου πλησθεὶς ἠνέσχετο· τούτους δὲ κατὰ κράτος φεύγομεν (ὢ τῆς ἀπανθρωπία!)ς, ὅτι καὶ τὸν αὐτὸν αὐτοῖς σπῶμεν ἀέρα, μικροῦ δυσχεραίνοντες.
11. Τί πατρὸς γνησιώτερον; καὶ τί μητρὸς συμπαθέστερον; Ἀλλ᾿ ἀπεκλείσθη γε τούτοις καὶ ἡ φύσις· καὶ πατὴρ παῖδα τὸν ἑαυτοῦ, ὃν ἐγέννησεν, ὃν ἀνέθρεψεν, ὃν ὀφθαλμὸν βίου μόνον ἔχειν ἐνόμισεν, ὑπὲρ οὗ πολλὰ Θεῷ καὶ πολλάκις προσηύξατο, τοῦτον ὀδύρεται μὲν, ἀπελαύνει δὲ, τὸ μὲν ἑκὼν, τὸ δὲ τυραννούμενος. Καὶ μήτηρ μέμνηται μὲν τῶν ὠδίνων, καὶ τὰ σπλάγχνα σπαράσσεται, καὶ ἀνακαλεῖται λίαν ἐλεεινῶς, καὶ προθεῖσα θρηνεῖ, καθάπερ τεθνηκότα τὸν ζῶντα· Τέκνον, λέγουσα, δυστυχὲς καὶ ἀθλίας μητρὸς, ὅ μοι συνεμερίσατο πικρῶς ἡ νόσος· τέκνον ἐλεεινὸν, τέκνον οὐ γνωριζόμενον, τέκνον, ὃ κρημνοῖς καὶ ὄρεσι καὶ ἐρημίαις ἀνεθρεψάμην· μετὰ θηρίων οἰκήσεις, καὶ σκέπη σοι πέτρα, καὶ τῶν ἀνθρώπων μόνον ὄψονταί σε οἱ εὐσεβέστατοι· καὶ ταῦτα δὴ τὰ τοῦ Ἰὼβ ἐλεεινὰ ῥήματα ἐπιφθέγγεται· Ἵνα τί γὰρ ἐπλάσθης ἐν κοιλίᾳ μητρὸς, ἐκ γαστρὸς δὲ ἐξῆλθες, καὶ οὐκ εὐθὺς ἀπώλου, ὡς συνδραμεῖν τῇ γεννήσει τὸν θάνατον; ἵνα τί δὲ οὐκ ἀπῆλθες ἄωρος, πρὶν γεύσασθαι τῶν τοῦ βίου κακῶν; Ἵνα τί δέ σοι συνήντησε γόνατα; Τί δέ σοι τὸ θηλάσαι μαστοὺς, ἀθλίως ζήσεσθαι μέλλοντι, καὶ ζωὴν θανάτου χαλεπωτέραν; Καὶ ταῦτα λέγει, καὶ ἐπαφίησι πηγὰς δακρύων, καὶ περιπτύξασθαι βούλεται μὲν ἡ δυστυχὴς, φοβεῖται δὲ τὰς τοῦ παιδὸς σάρκας ὡς πολεμίας. Πάνδημοι δὲ καταβοήσεις τε καὶ διώξεις, οὐ κατὰ τῶν ἀδικούντων, ἀλλὰ κατὰ τῶν δυστυχούντων γίνονται. Καὶ φονέα μὲν ἤδη τις συνῳκίσατο, καὶ μοιχῷ μετέδωκεν, οὐ στέγης μόνον, ἀλλὰ καὶ τραπέζης, καὶ βίου κοινωνὸν τὸν ἱερόσυλον εἵλετο, καὶ τοῖς αὐτόν τι διατεθεικόσι κακὸν ἐσπείσατο· τοῦ δὲ τὸ πάθος, ὡς ἔγκλημα, μηδὲν λυπήσαντος ἀπεστράφη. Καὶ πλέον ἔχει νόσου κακία· καὶ τὸ μὲν ἀπάνθρωπον ὡς ἐλευθέριον ἠσπασάμεθα, τὸ δὲ συμπαθὲς ὡς αἰσχρὸν ἠτιμάσαμεν.
12. Ἀπελαύνονται πόλεων, ἀπελαύνονται οἰκιῶν, ἀγορᾶς, συλλόγων, ὁδῶν, πανηγύρεων, συμποσίων, (ὢ τοῦ πάθου!)ς αὐτοῦ τοῦ ὕδατος· οὔτε πηγαὶ ῥέουσαι, τούτοις κοιναὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους, οὔτε ποταμοὶ πιστεύονται μηδὲν ἐφέλκεσθαι τοῦ μολύσματος· καὶ τὸ παραδοξότατον, ὡς ἄγη μὲν ἀπελαύνομεν, ὡς δὲ οὐδὲν λυποῦντας πάλιν πρὸς ἡμᾶς αὐτοὺς ἐπιστρέφομεν, οὐκ οἴκησιν ἀπονέμοντες, οὐ τὰς ἀναγκαίας τροφὰς, οὐ θεραπείαν τοῖς τραύμασιν, οὐ σκέπῃ τὴν νόσον εἰς δύναμιν περιστέλλοντες. Διὰ τοῦτο περιπλανῶνται νυκτὸς καὶ ἡμέρας, ἄποροι, καὶ γυμνοὶ, καὶ ἀνέστιοι, τὴν νόσον ἐπιδεικνύντες, τὰ ἀρχαῖα ἐκδιηγούμενοι, τὸν Πλάστην ἐπιβοώμενοι, χρώμενοι τοῖς ἀλλήλων μέλεσιν ἀντὶ τῶν λειπόντων, σοφισταὶ μελῶν ἑλκόντων ἕλεον, ἄρτου τι μικρὸν αἰτοῦντες, ἢ ὄψου τι βραχύτατον, ἢ ῥάκος τι τρύχινον, βοήθημα τῆς αἰσχύνης, ἢ παραμυθίαν τοῖς ἕλκεσι. Καὶ φιλάνθρωπος οὗτος αὐτοῖς, οὐχ ὃς πρὸς τὴν χρείαν ἤρκεσεν, ἀλλ᾿ ὅστις μὴ πικρῶς ἀπεπέμψατο. Οἱ πολλοὶ δὲ αὐτῶν οὐδὲ ὑπ᾿ αἰσχύνης τὰς πανηγύρεις φεύγουσιν, αὐτὸ μὲν οὖν τοὐναντίον εἰς ταύτας ὠθοῦνται διὰ τὴν χρείαν· ταύτας δὴ λέγω τὰς πανδήμους καὶ ἱερὰς, ἃς ἡμεῖς ἐπὶ θεραπείᾳ τῶν ψυχῶν ἐξεύρομεν, ἢ κατά τι μυστήριον συνιόντες, ἢ τοῖς μάρτυσι τῆς ἀληθείας πανηγυρίζοντες, ἵν᾿ ὧν τοὺς ἀγῶνας τιμῶμεν, μιμώμεθα καὶ τὴν εὐσέβειαν. Καὶ αἰσχύνονται μὲν τοὺς ἀνθρώπους διὰ τὴν συμφορὰν, ὄντες ἄνθρωποι, καὶ βούλοιντ᾿ ἂν ὄρεσιν, ἢ κρημνοῖς, ἢ ὕλαις, ἢ τὸ τελευταῖον νυκτὶ καὶ σκότῳ περικαλύπτεσθαι· ῥιπτοῦνται δὲ ὅμως εἰς μέσον, φόρτος ἐλεεινὸς, καὶ δακρύων ἄξιος. Τοῦτο μὲν ἴσως καὶ κατὰ λόγον, ἵνα ἡμῖν ὦσι τῆς ἀσθενείας ἡμῶν ὑπομνήματα, καὶ πείθωσι μηδενὶ τῶν παρόντων καὶ ὁρωμένων, ὡς ἑστῶτι, προστίθεσθαι. Ῥιπτοῦνται δὲ, οἱ μὲν ἐπιθυμίᾳ φωνῆς ἀνθρωπίνης, οἱ δὲ προσόψεως, οἱ δὲ ἵνα βραχέα ζωῆς ἐφόδια παρὰ τῶν τρυφώντων συλλέξωνται, πάντες δὲ ἵνα τι πράους γεύωνται τοὺς ἑαυτῶν θρήνους δημοσιεύσαντες.
13. Τίς οὐ κατακλᾶται τούτων τοῖς ὀδυρμοῖς, οἰκτρὰν ξυναυλίαν ἁρμοζομένων; τίς ἀκοὴ φέρει τὸ ἄκουσμα; τίς ὄψις χωρεῖ τὸ θέαμα; Οἱ μὲν κεῖνται μετ᾿ ἀλλήλων, κακῶς ὑπὸ τῆς νόσου συνεζευγμένοι, καὶ ἄλλος ἄλλο τι τῆς συμφορᾶς πρὸς τὸ ἐλεεινὸν ἐρανίζοντες· καὶ εἰσὶν ἀλλήλοις προσθήκη τοῦ πάθους, ἐλεεινοὶ τῆς ἀῤῥωστίας, τῆς συμπαθείας ἐλεεινότεροι. Περιίσταται δὲ αὐτοὺς θέατρον συμμιγὲς, συναλγούντων μὲν, ἀλλὰ πρόσκαιρα. Οἱ δὲ κυλινδοῦνται πρὸς τοῖς ποσὶ τῶν ἀνθρώπων ἡλίῳ καὶ κόνει· ἔστι δὲ ὅτε καὶ κρυμοῖς ἀγρίοις, καὶ ὄμβροις, καὶ ταραχαῖς ἀνέμων ταλαιπωρούμενοι, παρὰ τοσοῦτον οὐ συμπατούμενοι, παρ᾿ ὅσον καὶ ψαύειν αὐτῶν βδελυσσόμεθα. Ἀντᾴδει δὲ τοῖς ἱεροῖς ἔνδον μέλεσιν ὁ τῶν αἰτήσεων ὀδυρμὸς, καὶ ταῖς μυστικαῖς φωναῖς θρῆνος ἐλεεινὸς ἀντεγείρεται. Τί δεῖ πᾶσαν αὐτῶν προτιθέναι τὴν συμφορὰν ἀνθρώποις πανηγυρίζουσιν; Ἴσως ἂν καὶ ὑμῖν κινήσαιμι θρῆνον, εἰ πάντα ἐκτραγῳδοίην ἐπιμελῶς, καὶ νικήσει τὴν ἑορτὴν τὸ πάθος. Λέγω γὰρ οὖν ταῦτα, ἐπεὶ μηδέπω δύναμαι πείθειν ὑμᾶς, ὡς ἔστι ποτὲ ἡδονῆς λύπη τιμιωτέρα, καὶ κατήφεια πανηγύρεως, καὶ γέλωτος οὐ καλοῦ δάκρυον ἐπαινούμενον.
14. Οὗτοι μὲν οὖν ταῦτα, καὶ πολλῷ γε ὧν εἶπον ἀθλιώτερα, οἱ κατὰ Θεὸν ἡμῶν ἀδελφοὶ, κἂν μὴ βούλησθε, οἱ τὴν αὐτὴν ἡμῖν λαχόντες φύσιν, οἱ ἐκ τοῦ αὐτοῦ πηλοῦ διηρτισμένοι, ἐξ οὗ τὸ πρῶτον γεγόναμεν, οἱ νεύροις καὶ ὀστέοις ἐνειρμένοι παραπλησίως ἡμῖν, οἱ δέρμα καὶ κρέας ἐνδεδυμένοι πᾶσιν ὁμοίως, ὥς πού φησιν ὁ θεῖος Ἰὼβ ἐμφιλοσοφῶν τοῖς πάθεσι, καὶ διαπτύων ἡμῶν τὸ φαινόμενον· μᾶλλον δὲ, εἰ χρὴ τὸ μεῖζον εἰπεῖν, οἱ τὸ κατ᾿ εἰκόνα καὶ λαχόντες ὁμοίως ἡμῖν, καὶ φυλάσσοντες ἴσως ὑπὲρ ἡμᾶς, εἰ καὶ τὰ σώματα διεφθάρησαν· οἱ τὸν αὐτὸν ἐνδεδυμένοι Χριστὸν κατὰ τὸν ἔσω ἄνθρωπον, καὶ τὸν αὐτὸν ἡμῖν πιστευθέντες ἀῤῥαβῶνα τοῦ Πνεύματος· οἱ τῶν αὐτῶν ἡμῖν μετασχόντες νόμων, λογίων, διαθηκῶν, συνάξεων, μυστηρίων, ἐλπίδων· ὑπὲρ ὧν Χριστὸς ὁμοίως ἀπέθανεν, ὁ παντὸς αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· οἱ συγκληρονόμοι τῆς ἄνω ζωῆς, καὶ εἰ παραπολὺ τῆς ἐνταῦθα διήμαρτον· οἱ συνθαπτόμενοι Χριστῷ, καὶ συνανιστάμενοι· εἴπερ συμπάσχουσιν, ἵνα καὶ συνδοξασθῶσιν.
15. Τί δὲ ἡμεῖς, οἱ τὸ μέγα καὶ καινὸν ὄνομα κεκληρωμένοι, τὸ καλεῖσθαι ἀπὸ Χριστοῦ, τὸ ἅγιον ἔθνος, τὸ βασίλειον ἱεράτευμα, ὁ περιούσιος λαὸς καὶ ἐξαίρετος, ὁ ζηλωτὴς καλῶν ἔργων καὶ σωτηρίων, οἱ Χριστοῦ μαθηταὶ τοῦ πράου καὶ φιλανθρώπου, καὶ τὰς ἀσθενείας ἡμῶν βαστάσαντος, τοῦ ταπεινώσαντος ἑαυτὸν μέχρι τοῦ ἡμετέρου φυράματος, τοῦ δι᾿ ἡμᾶς πτωχεύσαντος τὴν σάρκα ταύτην καὶ τὸ γεῶδες σκῆνος, καὶ ὀδυνηθέντος καὶ μαλακισθέντος ὑπὲρ ἡμῶν, ἵνα ἡμεῖς πλουτήσωμεν τὴν θεότητα; Τί οὖν ἡμεῖς, οἱ τοσοῦτον εὐσπλαγχνίας καὶ συμπαθείας λαβόντες ὑπόδειγμα· τί διανοησόμεθα περὶ τούτων, καὶ τί ποιήσομεν; Περιοψόμεθα; παραδραμούμεθα; Καταλείψομεν ὡς νεκροὺς, ὡς ἐβδελυγμένους, ὡς ἑρπετῶν καὶ θηρίων τὰ πονηρότατα; Μηδαμῶς, ἀδελφοί· οὔτε πρὸς ἡμῶν ταῦτα, τοῦ Χριστοῦ θρεμμάτων, τοῦ ἀγαθοῦ Ποιμένος, τοῦ τὸ πλανώμενον ἐπιστρέφοντος, καὶ τὸ ἀπολωλὸς ἐκζητοῦντος, καὶ τὸ ἀσθενὲς ἐνισχύοντος· οὔτε πρὸς τῆς ἀνθρωπίνης φύσεως, ἣ τὸ συμπαθὲς ἐνομοθέτησεν, ἐκ τῆς ἴσης ἀσθενείας μαθοῦσα τὸ εὐσεβὲς καὶ φιλάνθρωπον.
16. Ἀλλ᾿ οἱ μὲν ὕπαιθροι ταλαιπωρήσουσιν, ἡμεῖς δὲ οἰκήσομεν οἰκίας ὑπερλάμπρους, λίθοις παντοίοις διηνθισμένας, καὶ χρυσῷ καὶ ἀργύρῳ καταστραπτούσας, καὶ ψηφῖδος λεπτῆς διαθέσει, καὶ ποικιλίᾳ γραφῆς, ὀφθαλμῶν ἀπατηλοῖς δελεάσμασι; Καὶ τὰς μὲν οἰκήσομεν, τὰς δὲ οἰκοδομήσομεν, τίσιν; Οὐδὲ κληρονόμοις ἴσως ἡμῶν, ἀλλὰ ξένοις καὶ ἀλλοτρίοις, καὶ τούτων ἴσως οὐδὲ τοῖς ἀγαπῶσιν ἡμᾶς, ἀλλὰ τοῖς ἀπεχθεστάτοις καὶ φθονερωτάτοις, ὃ κακῶν ἔσχατον. Καὶ οἱ μὲν ῥιγώσουσιν ἐν τρυχίνοις καὶ διεσπασμένοις ῥάκεσι, μᾶλλον δὲ οὐδὲ τούτων τυχὸν εὐπορήσουσιν· ἡμεῖς δὲ θρύψομεν ἡμᾶς αὐτοὺς ἐσθῆτι μαλακῇ καὶ περιῤῥεούσῃ, καὶ τοῖς ἐκ λίνου καὶ σηρῶν ἀερίοις ὑφάσμασι, καὶ τοῖς μὲν ἐνασχημονήσομεν μᾶλλον, ἤπερ ἐμπρέψομεν (οὕτω γὰρ ἐγὼ καλῶ πᾶν τὸ περιττὸν καὶ περίεργον), τὰ δὲ ἔνδον ἡμῖν ἀποκείσεται φροντὶς ἄχρηστος καὶ ἀνόνητος, σητῶν δαπάνη καὶ χρόνου τοῦ τὰ πάντα καταναλίσκοντος· καὶ οἱ μὲν, οὐδὲ τῆς ἀναγκαίας τροφῆς εὐπορήσουσιν, (ὢ τῆς ἐμῆς τρυφῆς, καὶ τῆς ἐκείνων ταλαιπωρία!)ς ἀλλὰ κείσονται πρὸ τῶν ἡμετέρων θυρῶν, ἐκλυόμενοι καὶ λιμώττοντες, οὐδὲ τὰς πρὸς τὴν αἴτησιν ἀφορμὰς παρὰ τοῦ σώματος ἔχοντες, ἐστερημένοι φωνῶν μὲν, εἰς τὸ ὀδύρεσθαι, χειρῶν δὲ, εἰς τὸ προτείνειν ἐφ᾿ ἱκεσίᾳ, ποδῶν δὲ, εἰς τὸ προσιέναι τοῖς ἔχουσιν, ἀναπνοῶν δὲ, εἰς εὐτονίαν τῆς θρηνῳδίας, τὸ βαρύτατον τῶν κακῶν κουφότατον κρίνοντες, τοῖς ὀφθαλμοῖς μόνον εὐχαριστοῦντες, ὅτι μὴ τὴν ἑαυτῶν λώβην βλέπουσιν;
17. Καὶ οἱ μὲν οὕτως· ἡμεῖς δὲ ἀνακεισόμεθα λαμπροὶ λαμπρῶς ἐπὶ στιβάδος ὑψηλῆς τε καὶ μετεώρου, καὶ τῶν περιττῶν καὶ ἀψαύστων ἐπιβλημάτων, κἂν φωνῆς ἀκούσωμεν τῶν αἰτήσεων δυσχεραίνοντες. Δεῖ δὲ ἡμῖν τὸ μὲν ἔδαφος εὐωδεῖν ἄνθεσι, πολλάκις καὶ τῆς ὥρας ἔξω, τὴν δὲ τράπεζαν κατεῤῥάνθαι μύροις, καὶ μύρων τοῖς εὐωδεστάτοις τε καὶ πολυτελεστάτοις, ἵνα καὶ μᾶλλον ἐκθηλυνώμεθα· παῖδας δὲ παρεστάναι, τοὺς μὲν ἐν κόσμῳ καὶ ἐφεξῆς, ἀνέτους τὰς κόμας καὶ θηλυδρίας, καὶ τῇ κατὰ πρόσωπον κουρᾷ περιειργασμένους, πλεῖον ἢ ὅσον συμφέρει λίχνοις ὀφθαλμοῖς κεκοσμημένους· τοὺς δὲ τὰς κύλικας ἐπ᾿ ἄκρων δακτύλων ἔχοντας, ὡς οἷόν τε εὐπρεπέστατά τε ὁμοῦ καὶ ἀσφαλέστατα· τοὺς δὲ ὑπὲρ κεφαλῆς ἄνεμον ταῖς ῥιπῖσι σοφιζομένους, καὶ ταῖς ἐκ χειρῶν αὔραις τὸ πλῆθος τῶν σαρκῶν ἀναψύχοντας· καὶ τὰ ἐπὶ τούτοις, πλήθειν μὲν κρεῶν τὴν τράπεζαν, πάντων χορηγούντων ἡμῖν τῶν στοιχείων πλουσίως, ἀέρος, γῆς, ὕδατος· καὶ στενοχωρεῖσθαι τοῖς μαγείρων καὶ ὀψοποιῶν μαγγανεύμασιν, ἀγῶνα δὲ εἶναι πᾶσιν, ὅστις ὡς μάλιστα τὴν λίχνην ἡμῖν καὶ ἀχάριστον κολακεύσει γαστέρα, τὸ βαρὺ φορτίον καὶ ἀρχέκακον, τὸ ἀπληστότατον θηρίον καὶ ἀπιστότατον, τὴν καταργουμένην αὐτίκα σὺν τοῖς καταργουμένοις βρώμασι. Καὶ τοῖς μὲν πολύ τι κόρος καὶ ὕδατος, ἡμῖν δὲ καὶ μέχρι μέθης οἱ τοῦ οἴνου κρατῆρες, μᾶλλον δὲ καὶ ὑπὲρ τὴν μέθην, τοῖς γε ἀκολαστοτέροις· καὶ τὸν μὲν ἀποπεμψόμεθα τῶν οἴνων, τὸν δὲ ἐγκρινοῦμεν ὡς ἀνθοσμίαν, περὶ δὲ τοῦ φιλοσοφήσομεν, ζημία δὲ, εἰ μὴ προσέσται τῷ ἐγχωρίῳ καὶ τῶν ὀνομαζομένων ξένων τις, ὥσπερ τύραννος. Δεῖ γὰρ ἡμᾶς ἁβροὺς καὶ τῆς χρείας περιττοτέρους, ἢ εἶναι, ἢ νομίζεσθαι, ὥσπερ αἰσχυνομένους, εἰ μὴ κακοὶ νομιζοίμεθα, καὶ δοῦλοι γαστρὸς, καὶ τῶν ὑπὸ γαστέρα.
18. Τί ταῦτα, ὦ φίλοι καὶ ἀδελφοί; τί νοσοῦμεν καὶ αὐτοὶ τὰς ψυχὰς, νόσον πολὺ τῆς τῶν σωμάτων χαλεπωτέραν; Ὅσῳ τὴν μὲν ἀκούσιον οἶδα, τὴν δὲ ἐρχομένην ἐκ προαιρέσεως· καὶ τὴν μὲν τῇ ζωῇ ταύτῃ συγκαταλυομένην, τὴν δὲ συναπιοῦσαν ἡμῖν μεθισταμένοις· καὶ τὴν μὲν ἐλεουμένην, τὴν δὲ μισουμένην, τοῖς γε νοῦν ἔχουσιν. Τί μὴ βοηθοῦμεν τῇ φύσει καιρὸν ἔχοντες; τί μὴ περιστέλλομεν, σάρκες ὄντες, τῆς σαρκὸς τὴν ταπείνωσιν; τί τρυφῶμεν ἐν τοῖς τῶν ἀδελφῶν δυστυχήμασι; Μή μοι γένοιτο, μήτε πλουτεῖν, τούτων ἀπορουμένων· μήτε εὐεκτεῖν, εἰ μὴ βοηθοίην τοῖς τούτων τραύμασι· μὴ τροφῆς ἱκανῶς ἔχειν, μὴ σκέπης, μὴ ὑπὸ στέγην ἀναπαύεσθαι, εἰ μὴ καὶ ἄρτον ὀρέξαιμι, καὶ μεταδοίην ἐσθῆτος εἰς δύναμιν, καὶ ὑπὸ στέγην ἀναπαύσαιμι. Ἀλλ᾿ ἤτοι πάντα ἀποθετέον Χριστῷ, ἵνα γνησίως ἀκολουθήσωμεν αὐτῷ, τὸν σταυρὸν ἀράμενοι, καὶ ἀναπτῶμεν ὡς κοῦφοι πρὸς τὸν ἄνω κόσμον, καὶ εὐσταλεῖς ὑπὸ μηδενὸς καθελκόμενοι, καὶ κερδήσωμεν ἀντὶ πάντων Χριστὸν, διὰ ταπείνωσιν ὑψωθέντες, καὶ διὰ πενίαν πλουτήσαντες· ἢ Χριστῷ τὰ ὄντα συμμεριστέον, ἵνα πως καὶ τὸ ἔχειν, διὰ τοῦ καλῶς ἔχειν, ἁγιασθῇ, καὶ τοῦ κοινωνεῖν τοῖς μὴ ἔχουσιν. Εἰ δὲ καὶ σπείραιμι ἐμαυτῷ μόνῳ, σπείραιμι ἄρα, καὶ ἄλλοι φάγοιεν· καὶ ἵνα πάλιν εἴπω τὸ τοῦ Ἰώβ· Ἀντὶ πυροῦ ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος· καύσων δὲ ἄνεμος ὑπολάβοι, καὶ ὑφέλοιτο λαῖλαψ τοὺς ἐμοὺς πόνους, ἵνα εἰς κενὸν κοπιάσαιμι. Εἰ δὲ καὶ ἀποθήκας οἰκοδομήσαιμι ἐκ τῶν μαμωνᾶ θησαυρίζων, καὶ μαμωνᾷ, ταύτῃ τῇ νυκτὶ τὴν ψυχὴν ἀπαιτηθείην, λόγον ὑφέξων, ὧν κακῶς ἐθησαύρισα.
19. Οὐ σωφρονήσομεν ὀψὲ γοῦν; οὐ καταβαλοῦμεν τὴν ἀναλγησίαν, ἵνα μὴ λέγω μικρολογίαν; οὐ τὰ ἀνθρώπινα λογιούμεθα; οὐκ ἐν τοῖς ἑτέρων κακοῖς τὰ ἡμέτερα εὖ θησόμεθα; Φύσει μὲν γὰρ οὐδὲν τῶν ἀνθρωπίνων βέβαιον, οὐδὲ ὁμαλὸν, οὐδὲ αὔταρκες, οὐδὲ ἐπὶ τῶν αὐτῶν ἱστάμενον· ἀλλὰ κύκλος τις τῶν ἡμετέρων περιτρέχει πραγμάτων, ἄλλοτε ἄλλας ἐπὶ μιᾶς ἡμέρας πολλάκις, ἔστι δ᾿ ὅτε καὶ ὥρας, φέρων μεταβολάς· καὶ αὔραις μᾶλλον ἔστι πιστεύειν οὐχ ἱσταμέναις, καὶ νηὸς ποντοπορούσης ἴχνεσι, καὶ νυκτὸς ἀπατηλοῖς ὀνείρασιν, ὧν πρὸς ὀλίγον ἡ χάρις, καὶ ὅσα κατὰ ψαμάθων παῖδες τυποῦσι παίζοντες, ἢ ἀνθρώπων εὐημερίᾳ· σώφρονες δὲ, οἱ διὰ τὸ μὴ πιστεύειν τοῖς παροῦσι, τὸ μέλλον ἑαυτοῖς θησαυρίζοντες· καὶ διὰ τὸ τῆς ἀνθρωπίνης εὐπραγίας ἄστατον καὶ ἀνώμαλον, τὴν οὐ πίπτουσαν ἀγαπῶντες χρηστότητα, ἵνα τριῶν ἕν γέ τι πάντως κερδάνωσιν· ἢ τὸ μή ποτε πρᾶξαι κακῶς, ἐπεὶ καὶ τοῖς ἐντεῦθεν χρηστοῖς πολλάκις δεξιοῦται τὸ θεῖον τοὺς εὐσεβεῖς, χρηστότητι τὸ συμπαθὲς προκαλούμενον· ἢ τὸ παῤῥησίαν ἔχειν ἐν ἑαυτοῖς πρὸς Θεὸν, ὡς οὐ διὰ κακίαν, ἀλλὰ διά τινα οἰκονομίαν κακοπαθήσαντες· ἢ, τὸ τελευταῖον, ὡς ὀφειλομένην ἀπαιτεῖν τὴν παρὰ τῶν εὖ πραττόντων φιλανθρωπίαν, ἣν τοῖς χρῄζουσι προεισήνεγκαν, δεξιῶς αὐτοὶ πράττοντες.
20. Μὴ καυχάσθω, φησὶν, ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μηδὲ ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, μηδὲ ὁ δυνατὸς ἐν τῇ ἰσχύι αὐτοῦ· κἂν εἰς τὸ ἄκρον ὦσιν ἐληλακότες, ὁ μὲν σοφίας, ὁ δὲ περιουσίας, ὁ δὲ δυνάμεως. Ἐγὼ δὲ προσθήσω καὶ ἃ τούτοις ἕπεται· Μηδὲ ὁ περίβλεπτος ἐν τῇ δόξῃ, μηδὲ ὁ εὐεκτῶν ἐν τῇ ὑγιείᾳ, μηδὲ ὁ καλὸς ἐν τῇ ὥρᾳ, μηδὲ ὁ νέος ἐν τῇ νεότητι, μηδὲ ἐν ἄλλῳ μηδενὶ τῶν ἐνταῦθα ἐπαινουμένων, εἰ δεῖ συνελόντα εἰπεῖν, ὁ ὑπὸ τούτου φυσώμενος· ἀλλ᾿ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος μόνον, ἐν τῷ συνιεῖν καὶ ἐκζητεῖν τὸν Θεὸν, καὶ συναλγεῖν τοῖς πάσχουσι, καὶ πρὸς τὸ μέλλον ἑαυτῷ τι χρηστὸν ἀποτίθεσθαι. Τὰ μὲν γάρ ἐστι ῥευστὰ καὶ πρόσκαιρα, καὶ, ὥσπερ ἐν παιδιᾷ ψήφων, ἄλλοτε εἰς ἄλλους μεταῤῥιπτούμενα, καὶ μετατιθέμενα· καὶ οὐδὲν οὕτω τοῦ κατέχοντος ἴδιον, ὡς ἢ μὴ χρόνῳ παυθῆναι, ἢ φθόνῳ μετατεθῆναι· τὰ δὲ ἑστῶτα καὶ μένοντα, καὶ οὔποτε ὑποχωροῦντα, οὐδὲ μεταπίπτοντα, οὐδὲ σφάλλοντα τὰς τῶν πεπιστευκότων ἐλπίδας. Ἀλλ᾿ ἐμοὶ μὲν καὶ διὰ τοῦτο δοκεῖ, μηδὲν τῶν ἐνταῦθα ἀγαθῶν εἶναι πιστὸν τοῖς ἀνθρώποις, μηδὲ πολυχρόνιον· ἀλλ᾿ εἴπερ τι ἄλλο, καὶ τοῦτο καλῶς τῷ τεχνίτῃ Λόγῳ καὶ τῇ πάντα νοῦν ὑπερεχούσῃ Σοφίᾳ μεμηχανῆσθαι, παίζεσθαι ἡμᾶς ἐν τοῖς ὁρωμένοις, ἄλλοτε ἄλλως μεταβαλλομένοις καὶ μεταβάλλουσι, καὶ ἄνω καὶ κάτω φερομένοις τε καὶ περιτρεπομένοις, καὶ πρὶν ληφθῆναι ἀπιοῦσι καὶ φεύγουσιν· ἵνα τὸ ἐν τούτοις ἄστατον καὶ ἀνώμαλον θεωρήσαντες, πρὸς τὸ μέλλον μεθορμησώμεθα. Τί γὰρ ἂν ἐποιήσαμεν, ἑστῶτος τοῦ εὖ πράττειν ἡμῖν, ὁπότε, οὐ μένοντος, τοσοῦτον αὐτῷ προσδεδέμεθα, καὶ οὕτως ἡμᾶς ἡ περὶ τοῦτο ἡδονὴ καὶ ἀπάτη ἔχει δουλώσασα, ὥστε μηδὲν κρεῖττον, μηδὲ ὑψηλότερον τῶν παρόντων διανοεῖσθαι δύνασθαι, καὶ ταῦτα κατ᾿ εἰκόνα Θεοῦ γεγονέναι καὶ ἀκούοντας καὶ πιστεύοντας, τὴν ἄνω τε οὖσαν καὶ πρὸς ἑαυτὴν ἕλκουσαν;
21. Τίς σοφὸς, καὶ συνήσει ταῦτα; Τίς παραδραμεῖται τὰ παρατρέχοντα; τίς προσθήσεται τοῖς ἐπιμένουσι; τίς περὶ τῶν παρόντων, ὡς ἀπιόντων διανοηθήσεται; τίς περὶ τῶν ἐλπιζομένων, ὡς ἱσταμένων; τίς διαιρήσει τὰ ὄντα καὶ τὰ φαινόμενα, καὶ τοῖς μὲν ἕψεται, τῶν δὲ ὑπερόψεται; τίς γραφὴν καὶ ἀλήθειαν; τίς τὴν κάτω σκηνὴν, καὶ τὴν ἄνω πόλιν; τίς παροικίαν καὶ κατοικίαν; τίς σκότος ἀπὸ τοῦ φωτός; τίς ἰλὺν βυθοῦ καὶ ἁγίαν γῆν; τίς σάρκα καὶ πνεῦμα; τίς Θεὸν καὶ κοσμοκράτορα; τίς θανάτου σκιὰν, καὶ ζωὴν τὴν αἰώνιον; τίς τοῖς παροῦσι τὸ μέλλον ὠνήσεται; τίς τῷ ῥέοντι πλούτῳ τὸν μὴ λυόμενον; τίς τοῖς ὁρωμένοις τὰ μὴ βλεπόμενα; Μακάριος μὲν οὖν, ὅστις ταῦτα διακρίνων, καὶ διαιρῶν τῇ τομῇ τοῦ Λόγου, τῇ διαιρούσῃ τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διατίθεται, ὥς πού φησιν ὁ θεῖος Δαβὶδ, καὶ τὴν κοιλάδα τοῦ κλαυθμῶνος ταύτην φεύγων, ὁπόση δύναμις, τὰ ἄνω ζητεῖ, καὶ σταυρούμενος κόσμῳ μετὰ Χριστοῦ, Χριστῷ συνίσταται, καὶ Χριστῷ συνανέρχεται, τῆς οὐκέτι μεταπιπτούσης ζωῆς οὐδὲ ἀπατηλῆς κληρονόμος· οὗ μηκέτι δάκνων ὄφις ἐπὶ ὁδοῦ, οὐδὲ τηρῶν πτέρναν, καὶ κεφαλὴν τηρούμενος. Τοῖς δὲ λοιποῖς ἡμῖν καλῶς ὁ αὐτὸς ἐμβοᾷ Δαβὶδ, ὥσπερ τις μεγαλοφωνότατος κῆρυξ ἀπὸ ὑψηλοῦ καὶ πανδήμου κηρύγματος, βαρυκαρδίους τε ἀποκαλῶν, καὶ ἀγαπῶντας ψεῦδος, μὴ σφόδρα περιέχεσθαι τῶν ὁρωμένων, μηδὲ ἄλλο τι ἢ κόρον σίτου καὶ οἴνου τῶν φθειρομένων, πᾶσαν τὴν ἐντεῦθεν εὐδαιμονίαν ὑπολαμβάνειν. Καὶ τάχα που τοῦτο καὶ ὁ μακάριος ἐννοῶν Μιχαίας, καὶ τῶν χαμαὶ ἐρχομένων καὶ δοκούντων ἀγαθῶν κατεξανιστάμενος, Ἐγγίσατε, φησὶν, ὄρεσιν αἰωνίοις· ἀνάστα καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις· τοῦτο μὲν οὖν ἤδη καὶ τοῖς ῥήμασιν αὐτοῖς μικροῦ σύμφωνον, οἷς ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν διακελεύεται, τί λέγων; Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν· οὐ τοὺς τότε μαθητὰς μόνον ἐξ ἐκείνου μόνου τοῦ τόπου μετατιθεὶς, ὡς ἂν οἰηθείη τις, ἀλλ᾿ ἀεὶ καὶ πάντας τοὺς ἑαυτοῦ μαθητὰς ἀπὸ γῆς καὶ τῶν περὶ γῆν εἰς οὐρανοὺς ἕλκων καὶ τὰ οὐράνια.
22. Τοιγαροῦν, ἀκολουθήσωμεν ἤδη τῷ Λόγῳ, ζητήσωμεν τὴν ἐκεῖθεν ἀνάπαυσιν, ῥίψωμεν τὴν ἐντεῦθεν περιουσίαν· ὃ καλόν ἐστι ταύτης, τοῦτο μόνον κερδάνωμεν, κτησώμεθα τὰς ἑαυτῶν ψυχὰς ἐν ἐλεημοσύναις, μεταδῶμεν τῶν ὄντων τοῖς πένησιν, ἵνα τὰ ἐκεῖθεν πλουτήσωμεν. Δὸς μερίδα καὶ τῇ ψυχῇ, μὴ τῇ σαρκὶ μόνον· δὸς μερίδα καὶ τῷ Θεῷ, μὴ τῷ κόσμῳ μόνον· ὕφελέ τι τῆς γαστρὸς, τῷ πνεύματι καθιέρωσον· ἅρπασόν τι τοῦ πυρὸς, ἀπόθου μακρὰν ἀπὸ τῆς κάτω νεμομένης φλογός· ἅρπασον τοῦ τυράννου, καταπίστευσον τῷ Δεσπότῃ. Δὸς μερίδα τοῖς ἑπτὰ, τῷ βίῳ τούτῳ, καί γε τοῖς ὀκτὼ, τῷ μετὰ τοῦτον ἡμᾶς ἐκδεξομένῳ· δὸς ὀλίγον, παρ᾿ οὗ τὸ πλεῖον ἔχεις· δὸς καὶ τὸ πᾶν, τῷ τὰ πάντα χαρισαμένῳ. Οὐδέποτε νικήσεις μεγαλοδωρεὰν Θεοῦ, κἂν πάντα πρόῃ τὰ ὄντα, κἂν τοῖς οὖσι σεαυτὸν προσθῇς. Καὶ τοῦτο γάρ ἐστι λαβεῖν, τὸ τῷ Θεῷ δοθῆναι· ὅσον ἐὰν εἰσενέγκῃς, πλεῖον ἀεὶ τὸ λειπόμενον· καὶ οὐδὲν δώσεις ἴδιον, ὅτι τὰ πάντα παρὰ Θεοῦ. Καὶ ὥσπερ οὐκ ἔστιν ὑπερβῆναι τὴν ἑαυτοῦ σκιὰν ὑποχωροῦσαν καθόσον πρόιμεν, καὶ τὸ ἴσον ἀεὶ προέχουσαν· οὐδὲ ὑπὲρ τὴν κεφαλὴν γενέσθαι σώματος μέγεθος ὑπερκειμένην ἀεὶ τοῦ σώματος· οὕτως οὐδὲ οἷς δίδομεν νικῆσαι Θεόν. Οὐ γὰρ ἔξω τι τῶν αὐτοῦ δίδομεν, οὐδὲ ὑπὲρ τὴν ἐκείνου φιλοτιμίαν.
23. Γνῶθι πόθεν σοι τὸ εἶναι, τὸ ἀναπνεῖν, τὸ φρονεῖν, αὐτὸ τὸ μέγιστον, τὸ γινώσκειν Θεόν, βασιλείαν οὐρανῶν ἐλπίζειν, ἀγγέλων ἰσοτιμίαν, δόξης θεωρίαν, νῦν μὲν τὴν ἐν ἐσόπτροις τε καὶ αἰνίγμασι, τότε δὲ τὴν τελεωτέραν τε καὶ καθαρωτέραν· υἱὸν γενέσθαι Θεοῦ, συγκληρονόμον Χριστοῦ, τολμήσας εἴπω, καὶ θεὸν αὐτόν; Πόθεν σοι ταῦτα πάντα, καὶ παρὰ τίνος; Ἢ, ἵνα τὰ μικρὰ λέγω καὶ τὰ ὁρώμενα, τίς ἔδωκέ σοι κάλλος οὐρανοῦ βλέπειν, ἡλίου δρόμον, σελήνης κύκλον, ἀστέρων πλῆθος, καὶ τὴν ἐν τούτοις πᾶσιν, ὥσπερ ἐν λύρᾳ, εὐαρμοστίαν καὶ τάξιν ὡσαύτως ἔχουσαν, ὡρῶν ἀλλαγὰς, μεταβολὰς καιρῶν, ἐνιαυτῶν περιόδους, ἡμέρας καὶ νυκτὸς ἰσομοιρίαν, γῆς ἐκφύσεις, ἀέρος χύσιν, πλάτη θαλάττης λελυμένης καὶ ἱσταμένης, βάθη ποταμῶν, ἀνέμων ῥεύματα; Τίς ὑετοὺς, γεωργίαν, τροφὰς, τέχνας, οἰκήσεις, νόμους, πολιτείας, βίον ἥμερον, οἰκείωσιν πρὸς τὸ συγγενές; Πόθεν σοι τῶν ζώων τὰ μὲν ἡμέρωται καὶ ὑπέζευκται, τὰ δὲ τροφῇ παραδέδοται; Τίς σε κύριον καὶ βασιλέα πάντων κατέστησε τῶν ἐπὶ τῆς γῆς; Τίς, ἵνα μὴ καθ᾿ ἕκαστον λέγω, πάντα, οἷς προέχει τῶν ἄλλων ἄνθρωπος, ἐδωρήσατο; Οὐχ οὗτος, ὃς νῦν πρὸ πάντων καὶ ἀντὶ πάντων αἰτεῖ παρὰ σοῦ τὸ φιλάνθρωπον; Εἶτα οὐκ αἰσχυνόμεθα, εἰ τοσαῦτα παρ᾿ αὐτοῦ, τὰ μὲν λαβόντες, τὰ δὲ ἐλπίζοντες, μηδὲ ἑν τοῦτο εἰσοίσομεν τῷ Θεῷ, τὸ φιλάνθρωπον; Ἀλλ᾿ ὁ μὲν τῶν θηρίων ἡμᾶς ἐχώρισε, καὶ λόγῳ μόνους τῶν ἐπὶ γῆς ἐτίμησεν· ἡμεῖς δὲ ἡμᾶς αὐτοὺς θηριώσομεν, καὶ τοσοῦτον ὑπὸ τῆς τρυφῆς διεφθάρμεθα, ἢ μεμήναμεν, ἢ, οὐκ ἔχω τί λέγειν, ὥστε ὁμοῦ τῇ μάζῃ καὶ τοῖς πιτύροις, ἃ κακῶς ἴσως ἐπορισάμεθα, καὶ τὴν φύσιν εἶναι βελτίους αὐτῶν οἰησόμεθα; Καὶ ὥςπερ ἦν τι τὸ παλαιὸν, ὅσον ἐπὶ τοῖς μύθοις, γένος γιγάντων καὶ τῶν λοιπῶν ἀνθρώπων· οὕτω καὶ ἡμεῖς τούτοις ἐσόμεθα ὑψηλοί τε καὶ ὑπὲρ ἄνθρωπον, οἷον Νεβρὼδ ἐκεῖνος, ἢ τὸ τοῦ Ἐνὰκ γένος, ἐκθλίβον πάλαι τὸν Ἰσραὴλ, ἢ δι᾿ οὓς ὁ κατακλυσμὸς τὴν γῆν ἐκάθηρεν; Καὶ ὁ μὲν οὐκ αἰσχύνεται Πατὴρ ἡμῶν καλεῖσθαι, Θεὸς ὢν καὶ Δεσπότης· ἡμεῖς δὲ καὶ τὸ συγγενὲς ἀρνησόμεθα;
24. Μηδαμῶς, ὦ φίλοι καὶ ἀδελφοὶ, μὴ γενώμεθα κακοὶ τῶν δοθέντων ἡμῖν οἰκονόμοι, ἵνα μὴ ἀκούωμεν Πέτρου λέγοντος· Αἰσχύνθητε, οἱ κατέχοντες τὰ ἀλλότρια, καὶ μιμήσασθε ἰσότητα Θεοῦ, καὶ οὐδεὶς ἔσται πένης. Μὴ κάμνωμεν θησαυρίζοντες καὶ φυλάσσοντες, ἄλλων πενίᾳ καμνόντων, μὴ ὀνειδίσῃ καὶ ἀπειλήσῃ πικρῶς ἡμῖν, ἔνθεν μὲν ὁ θεῖος Ἀμὼς ἐν τούτοις τοῖς ῥήμασιν· Ἄγε νῦν, οἱ λέγοντες· Πότε διελεύσεται ὁ μὴν, καὶ ἐμπωλήσωμεν· καὶ τὰ Σάββατα, καὶ ἀνοίξωμεν θησαυρούς; καὶ τὰ ἐπὶ τούτοις, δι᾿ ὧν τοῖς μέγα καὶ μικρὸν στάθμιον κτωμένοις, τὴν τοῦ Θεοῦ μῆνιν ἐπανατείνεται· ἔνθεν δὲ ὁ μακάριος Μιχαίας, τάχα μὲν καὶ αὐτὴν τὴν τρυφὴν ἐπικόπτων, ὡς τοῦ κόρου τὴν ὕβριν τίκτοντος, καὶ τὸ κατασπαταλᾷν ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ τοῖς πρώτοις τῶν μύρων θρύπτεσθαι, μόσχοις τε ἁπαλοῖς ἐκ βουκολίων καὶ ἐρίφοις ἐκ ποιμνίων πιαίνεσθαι, καὶ πρὸς τὴν φωνὴν τῶν ὀργάνων ἐπικροτεῖν, καὶ ἔτι μᾶλλον τὸ οἴεσθαι στάσιμόν τι τούτων εἶναι καὶ μόνιμον· τάχα δὲ οὐχ οὕτω ταῦτα δεινὰ νομίζων, ὡς τὸ μηδὲν πάσχειν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσὴφ αὐτοὺς τρυφῶντας· τοῦτο γὰρ τῇ τῆς πλησμονῆς κατηγορίᾳ προστίθησιν· ὃ μὴ πάθωμεν νῦν ἡμεῖς, μηδὲ τοσοῦτον τρυφήσωμεν, ὥστε καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας καταφρονεῖν τούτοις δυσχεραίνοντος, κἂν μὴ παρὰ πόδας, μηδὲ ὁμοῦ τῇ κακίᾳ τὴν ὀργὴν ἐπάγῃ τοῖς ἁμαρτάνουσιν.
25. Μιμησώμεθα νόμον Θεοῦ τὸν ἀνωτάτω καὶ πρῶτον, ὃς βρέχει μὲν ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς, ἀνατέλλει δὲ πᾶσιν ὁμοίως τὸν ἥλιον· γῆν δὲ χερσαίοις πᾶσιν ἥπλωσεν ἄνετον, καὶ κρήνας, καὶ ποταμοὺς, καὶ ὕλας· ἀέρα δὲ πτηναῖς φύσεσι, καὶ ὕδωρ ὅσοις ὁ βίος ἔνυδρος, καὶ τὰς πρώτας τοῦ ζῇν ἀφορμὰς ἀφθόνους ἅπασιν ἐχαρίσατο, οὐ δυναστείᾳ κρατουμένας, οὐ νόμῳ περιγραφομένας, οὐχ ὁρίοις διειργομένας· ἀλλὰ καὶ κοινὰς τὰς αὐτὰς καὶ πλουσίας, καὶ οὐδὲν παρὰ τοῦτο ἐνδεεστέρας προέθηκεν· τό τε τῆς φύσεως ὁμότιμον ἰσότητι τῆς δωρεᾶς τιμῶν, καὶ δεικνὺς τὸν πλοῦτον τῆς ἑαυτοῦ χρηστότητος. Ἄνθρωποι δὲ χρυσὸν, καὶ ἄργυρον, καὶ τῆς ἐσθῆτος ὅση μαλακὴ, καὶ ὑπὲρ τὴν χρείαν, καὶ τῶν λίθων τοὺς διαυγεῖς κατορύξαντες, εἴτε τι ἄλλο τοιοῦτον, ἃ πολέμου, καὶ στάσεως, καὶ τῆς πρώτης τυραννίδος ἐστὶ γνωρίσματα, ἔπειτα αἴρουσι τὴν ὀφρὺν ὑπὸ ἀνοίας, καὶ τοῖς ἀτυχοῦσι τῶν συγγενῶν τὸν ἔλεον ἀποκλείουσιν, οὐδὲ τοῖς περιττοῖς εἰς τὰ ἀναγκαῖα βοηθεῖν θέλοντες, (ὢ τῆς ἀπαιδευσία!ς ὢ τῆς σκαιότητο!)ς οὐδ᾿ εἰ μή τι ἄλλο, ἐκεῖνό γε ἐνθυμούμενοι, ὅτι πενία καὶ πλοῦτος, ἐλευθερία τε, ἥν φαμεν, καὶ δουλεία, καὶ τὰ τοιαῦτα τῶν ὀνομάτων, ὕστερον ἐπεισῆλθε τῷ γένει τῶν ἀνθρώπων, ὥσπερ ἀῤῥωστήματα κοινά τινα τῇ κακίᾳ συνεισπεσόντα, κἀκείνης ὄντα ἐπινοήματα. Ἀπ᾿ ἀρχῆς δὲ, φησὶν, οὐ γέγονεν οὕτως· ἀλλ᾿ ὁ πλάσας ἀπ᾿ ἀρχῆς τὸν ἄνθρωπον, ἐλεύθερον ἀφῆκε καὶ αὐτεξούσιον, νόμῳ τῷ τῆς ἐντολῆς μόνῳ κρατούμενον, καὶ πλούσιον ἐν παραδείσου τρυφῇ· τοῦτο καὶ τῷ λοιπῷ γένει τῶν ἀνθρώπων βουληθείς τε καὶ χαρισάμενος δι᾿ ἑνὸς τοῦ πρώτου σπέρματος. Ἐλευθερία δὲ καὶ πλοῦτος, ἡ τῆς ἐντολῆς μόνη τήρησις ἦν· πενία δὲ ἀληθὴς καὶ δουλεία, ἡ ταύτης παράβασις.
26. Ἀφ᾿ οὗ δὲ καὶ φθόνοι, καὶ ἔριδες, καὶ ἡ δολερὰ τοῦ ὄφεως τυραννὶς, ἀεὶ τῷ λίχνῳ τῆς ἡδονῆς ὑποσύρουσα, καὶ ἐπανιστῶσα τοῖς ἀσθενεστέροις τοὺς θρασυτέρους, ἐῤῥάγη τὸ συγγενὲς εἰς ὀνομάτων ἀλλοτριότητας, καὶ τὸ τῆς φύσεως εὐγενὲς πλεονεξία κατέτεμε, προσλαβοῦσα καὶ νόμον, τῆς δυναστείας ἐπίκουρον. Ἀλλὰ σὺ βλέπε μοι τὴν πρώτην ἰσονομίαν, μὴ τὴν τελευταίαν διαίρεσιν· μὴ τὸν τοῦ κρατήσαντος νόμον, ἀλλὰ τὸν τοῦ κτίσαντος. Βοήθησον κατὰ δύναμιν τῇ φύσει, τὴν ἀρχαίαν ἐλευθερίαν τίμησον, αἰδέσθητι σαυτὸν, συγκάλυψον τῷ γένει τὴν ἀτιμίαν, ἐπάρκεσον τῇ νόσῳ, τὴν ἔνδειαν παραμύθησαι· ὁ εὐρωστῶν, ὁ πλουτῶν, τὴν τοῦ νοσοῦντος, τὴν τοῦ πενομένου· ὁ μὴ προσπταίσας, τὴν τοῦ πεσόντος καὶ συντριβέντος· ὁ εὐθυμῶν, τὴν τοῦ ἀθυμοῦντος· ὁ τοῖς δεξιοῖς εὐθηνούμενος, τοῦ τοῖς ἀριστέροις κάμνοντος. Δός τι τῷ Θεῷ χαριστήριον, ὅτι τῶν εὖ ποιεῖν δυναμένων ἐγένου, ἀλλ᾿ οὐ τῶν εὖ παθεῖν δεομένων· ὅτι μὴ βλέπεις εἰς ἀλλοτρίας χεῖρας, ἀλλ᾿ εἰς τὰς σὰς ἕτεροι. Πλούτησον μὴ περιουσίαν μόνον, ἀλλὰ καὶ εὐσέβειαν· μὴ τὸ χρυσίον μόνον, ἀλλὰ καὶ τὴν ἀρετὴν, μᾶλλον δὲ ταύτην μόνον. Γενοῦ τοῦ πλησίον τιμιώτερος, ἐκ τοῦ φανῆναι χρηστότερος· γενοῦ τῷ ἀτυχοῦντι θεὸς, τὸν ἔλεον Θεοῦ μιμησάμενος.
27. Οὐδὲν γὰρ οὕτως, ὡς τὸ εὖ ποιεῖν, ἄνθρωπος ἔχει Θεοῦ· κἂν ὁ μὲν μείζω, καὶ ὁ δὲ ἐλάττω εὐεργετῇ, ἑκάτερος, οἶμαι, κατὰ τὴν ἑαυτοῦ δύναμιν. Ὁ μὲν ἐποίησε, καὶ λύσας συνάγει πάλιν· σὺ δὲ πεσόντα μὴ παρίδῃς. Ὁ μὲν ἠλέησεν εἰς τὰ μέγιστα, δοὺς ἐπὶ πᾶσι νόμον, προφήτας, καὶ πρὸ τούτων, τὸν φυσικὸν νόμον ἄγραφον, τῶν παραττομένων ἐξεταστὴν, ἐλέγξας, νουθετήσας, παιδαγωγήσας· τὸ τελευταῖον, λύτρον ἑαυτὸν παραδοὺς ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς· χαρισάμενος ἀποστόλους, εὐαγγελιστὰς, διδασκάλους, ποιμένας, ἰάσεις, τέρατα, ἐπάνοδον πρὸς ζωὴν, θανάτου κατάλυσιν, τρόπαιον κατὰ τοῦ νικήσαντος, διαθήκην τὴν ἐν σκιᾷ, διαθήκην τὴν ἐν ἀληθείᾳ, Πνεύματος ἁγίου μερισμοὺς, τὸ τῆς καινῆς σωτηρίας μυστήριον. Σὺ δὲ, εἰ μὲν καὶ τὰ μείζω δυνατὸς εἶ, καὶ οἷς εὐεργετεῖται ψυχὴ (πεποίηκε γάρ σε καὶ ταῦτα πλούσιον ὁ Θεὸς, εἰ θελήσειας), μηδὲ ταῦτα εὖ ποιεῖν ἀπόσχῃ τὸν ἐνδεῆ· μᾶλλον δὲ πρῶτα καὶ μάλιστα τῷ αἰτοῦντί σε δίδου, καὶ πρὶν αἰτηθῆναι, ὅλην τὴν ἡμέραν ἐλεῶν καὶ δανείζων τὸν λόγον, καὶ ἀπαιτῶν φιλοπόνως τὸ δάνειον μετὰ τόκου τῆς τοῦ ὠφελημένου προσθήκης. ἣν ἀεὶ τῷ λόγῳ προστίθησιν, αὔξων ἑαυτῷ κατὰ μικρὸν τὰ τῆς εὐσεβείας σπέρματα. Εἰ δὲ μὴ, τά γε δεύτερα καὶ μικρότερα, καὶ ὅσα εἰς δύναμιν ἥκει τὴν σήν· ἐπικούρησον, ὄρεξον τροφὴν, ὄρεξον ῥάκος, προσένεγκε φάρμακον, κατάδησον τραύματα, ἐρώτησόν τι περὶ τῆς συμφορᾶς, περὶ καρτερίας φιλοσόφησον, θάρσησον, πρόςελθε· οὐ μὴ χεῖρόν τι σεαυτοῦ παρὰ τοῦτο γένῃ· οὐ μὴ μεταλάβοις τοῦ πάθους, κἂν οἱ λίαν ἁβροὶ τοῦτο νομίζωσι λόγοις ματαίοις ἠπατημένοι· μᾶλλον δὲ ταύτην προβάλλονται τῆς ἑαυτῶν εἴτε εὐλαβείας, εἴτε ἀσεβείας ἀπολογίαν, ἐπὶ τὴν δειλίαν, ὡς δή τι μέγα καὶ σοφὸν καταφεύγοντες. Τοῦτο πειθέτωσάν σε καὶ οἱ λόγοι, καὶ ἰατρῶν παῖδες, καὶ σύνοικοι τούτων θεραπευταὶ, ὧν οὐδείς πω τοῖς τοιούτοις προσιὼν ἐκινδύνευσε. Σὺ τοίνυν, εἰ καὶ τὸ πρᾶγμα φοβερὸν καὶ ὑπονοίας ἄξιον, ὦ δοῦλε Χριστοῦ, καὶ φιλόθεε, καὶ φιλάνθρωπε, μὴ πάθῃς μηδὲν ἀγεννές· τῇ πίστει θάρσησον· νικησάτω τὴν δειλίαν ὁ οἶκτος, ὁ τοῦ Θεοῦ φόβος τὴν ἁπαλότητα· στήτω πρὸ τῶν φιλοσάρκων λογισμῶν ἡ εὐσέβεια· μὴ παρίδῃς, μὴ παραδράμῃς τὸν ἀδελφὸν, μὴ ἀποστραφῇς ὡς ἄγος, ὡς μίασμα, ὡς ἄλλο τι τῶν φευκτῶν καὶ ἀπειρημένων· σόν ἐστι μέλος, καὶ εἰ τῇ συμφορᾷ κάμπτεται· Σοὶ ἐγκαταλέλειπται ὁ πτωχὸς, ὡς Θεῷ, καὶ εἰ λίαν παρατρέχεις μεγαλοψύχως, τάχα γάρ σε τούτοις δυσωπήσω τοῖς ῥήμασι. Σοὶ πρόκειται φιλανθρωπίας ὑπόθεσις, καὶ εἰ ἀλλοτριοῖ σε τοῦ εὖ παθεῖν ὁ ἀλλότριος.
28. Πᾶς ὁ πλέων ἐγγύς ἐστι τοῦ ναυαγίου, καὶ τόσῳ μᾶλλον, ὅσῳπερ ἂν τολμηρότερον πλέῃ· καὶ πᾶς ὁ σῶμα περικείμενος ἐγγύς ἐστι τῶν τοῦ σώματος κακῶν, καὶ τόσῳ μᾶλλον, ὅσῳπερ ἂν ὀρθῶς βαδίζῃ, καὶ μὴ βλέπῃ τοὺς πρὸ αὐτοῦ κειμένους. Ἕως πλῇς ἐξ οὐρίας, τῷ ναυαγοῦντι δὸς χεῖρα· ἕως εὐεκτῇς καὶ πλουτῇς, τῷ κακοπαθοῦντι βοήθησον. Μὴ ἀναμείνῃς ἐπὶ σεαυτοῦ μαθεῖν, ὅσον ἐστὶ κακὸν ἀπανθρωπία, καὶ οἷον ἀγαθὸν σπλάγχνα τοῖς χρῄζουσιν ἀνοιγόμενα. Μὴ βουληθῇς ἐπᾶραι χεῖρα Θεὸν κατὰ τῶν ὑψαυχενούντων, καὶ παρατρεχόντων τοὺς πένητας. Ἐν ἀλλοτρίαις συμφοραῖς ταῦτα παιδεύθητι· δός τι καὶ μικρὸν τῷ δεομένῳ· οὐ γὰρ μικρὸν τῷ πάντων ἐπιδεεῖ, ἀλλ᾿ οὐδὲ τῷ Θεῷ, ἂν ᾖ κατὰ δύναμιν. Δὸς ἀντὶ μεγάλου τὴν προθυμίαν· εἰ μηδὲν ἔχῃς, δάκρυσον· μέγα τῷ ἀτυχοῦντι φάρμακον, ἔλεος ἀπὸ ψυχῆς εἰσφερόμενος· καὶ τὸ συναλγεῖν γνησίως, πολύ τι κουφίζει τῆς συμφορᾶς. Οὐκ ἔστιν ἀτιμώτερός σοι τοῦ κτήνους ὁ ἄνθρωπος, ὦ ἄνθρωπε, ὃ πεσὸν εἰς βόθρον, ἢ πλανηθὲν, ἀνεγείρειν σοι καὶ ἐπανάγειν ὁ νόμος διακελεύεται· εἰ μέν τι καὶ ἄλλο κρύπτων ἀποῤῥητότερον καὶ βαθύτερον, οἷα τὰ πολλὰ τοῦ νομικοῦ βάθους καὶ τῆς διπλόης, οὐκ ἐμὸν τοῦτο εἰδέναι, ἀλλὰ τοῦ πάντα ἐρευνῶντος καὶ γινώσκοντος Πνεύματος· ὃ δ᾿ οὖν ἐγὼ καταλαμβάνω, καὶ ὅσον εἰς τὸν ἐμὸν ἥκει λόγον, γυμνάζων ἡμᾶς ἀπὸ τῆς εἰς τὰ μικρὰ φιλανθρωπίας, ἐπὶ τὴν τελειοτέραν καὶ μείζονα. Πόση γὰρ ὀφείλεται τοῖς ὁμοφύλοις καὶ ὁμοτίμοις ἡ καὶ μέχρι τῶν ἀλόγων ἀπαιτουμένη;
29. Ταῦτα μὲν οὖν ὁ λόγος, καὶ ὁ νόμος, καὶ τῶν ἀνθρώπων οἱ μετριώτατοι, παρ᾿ οἷς τὸ εὖ ποιεῖν τοῦ πάσχειν τιμιώτερον, καὶ περισπουδαστότερος κέρδους ἔλεος. Τί δ᾿ ἂν εἴποις περὶ τῶν καθ᾿ ἡμᾶς σοφῶν; Ἐῶ γὰρ λέγειν τοὺς ἔξωθεν, οἳ συνηγόρους τοῖς πάθεσι θεοὺς εὑρίσκοντες, καὶ τῷ Κερδώῳ, ᾧ τὰ πρῶτα νέμουσιν· ἤδη δὲ, καὶ ὃ τούτου χεῖρόν ἐστι, καὶ ἀνθρωποκτονεῖν νομίζουσιν ἔστιν οἷς δαιμόνων, καὶ παρ᾿ οἷς ἔθνεσι, καὶ μέρος εὐσεβείας αὐτοῖς ἡ ἀπανθρωπία, καὶ ταῖς τοιαύταις θυσίαις αὐτοί τε χαίρουσι, καὶ τοὺς θεοὺς αὐτῶν οἴονται, πονηροὶ πονηρῶν ἱερεῖς καὶ μύσται γινόμενοι. Ἀλλ᾿ εἰσὶ τῶν ἡμετέρων τινὲς, ὃ καὶ δακρύειν ἄξιον, οἳ τοσοῦτον ἀπέχουσι συναλγεῖν καὶ βοηθεῖν τοῖς κάμνουσιν, ὥςτε καὶ προσονειδίζουσι πικρῶς, καὶ προσεπεμβαίνουσι, καὶ φιλοσοφοῦσι κενὰ καὶ μάταια, καὶ φωνοῦσιν ὄντως ἐκ γῆς, καὶ εἰς ἀέρα λαλοῦσιν, καὶ οὐκ εἰς ἀκοὰς εὐσυνέτους, καὶ θείοις συνειθισμένας δόγμασι, καὶ τολμῶσι λέγειν· Παρὰ Θεοῦ τὸ ταλαιπωρεῖν ἐκείνοις, παρὰ Θεοῦ τὸ εὖ πράττειν ἡμῖν· καὶ τίς εἰμι ἐγὼ δόγμα λύειν Θεοῦ, καὶ Θεοῦ φανῆναι χρηστότερος; Καμνέτωσαν, ταλαιπωρείτωσαν, δυστυχείτωσαν· οὕτως ἔδοξεν. Κἀνταῦθα μόνον εἰσὶ φιλόθεοι, οὗ δεῖ φυλάττειν τοὺς ὀβολοὺς, καὶ κατὰ τῶν ἀθλίων νεανιεύεσθαι. Ὅτι μὲν οὖν οὐκ ἐκ τοῦ Θεοῦ τὸ εὖ πράττειν αὐτοῖς εἶναι νομίζουσι, δηλοῦσι σαφῶς ἐξ ὧν λέγουσι. Τίς γὰρ ἂν οὕτω διανοηθείη περὶ τῶν δεομένων, Θεὸν εἰδὼς χωρηγὸν ὧν κέκτηται; Τῶν γὰρ αὐτῶν ἐστιν ἔχειν τέ τι παρὰ Θεοῦ, καὶ κεχρῆσθαι κατὰ Θεὸν οἷςπερ ἔχουσιν.
30. Εἰ δὲ καὶ παρὰ Θεοῦ τὸ κακοπαθεῖν ἐκείνοις, οὔπω δῆλον, ἕως ἂν καὶ παρ᾿ ἑαυτῆς ἡ ὕλη φέρῃ τὸ ἄτακτον, ὥσπερ ἐν ῥεύματι. Καὶ τίς οἶδεν, εἰ ὁ μὲν διὰ κακίαν κολάζεται, ὁ δὲ ὡς ἐπαινούμενος αἴρεται· ἀλλὰ μὴ τοὐναντίον, ὁ μὲν διὰ πονηρίαν ὑψοῦται, ὁ δὲ δι᾿ ἀρετὴν δοκιμάζεται; ὁ μὲν πλεῖον ἐπαιρόμενος, ἵνα καὶ πέσῃ χαλεπώτερον, ὅλην ἐώμενος πρότερον, ὥσπερ τινὰ νόσον, ἐκρῆξαι τὴν ἑαυτοῦ κακίαν, ἵνα καὶ κολασθῇ δικαιότερον· ὁ δὲ καὶ παρὰ δόξαν πιεζόμενος, ἵνα ὥσπερ χρυσὸς ἐν καμίνῳ δοκιμασθεὶς, τῆς κακίας, εἴ τι καὶ μικρὸν ἔχει, τοῦτο ἐκτήξῃ· καθαρὸς γὰρ ἀπὸ ῥύπου παντελῶς οὐδεὶς, οὐκ οὖν ἐν γεννητῇ φύσει, ὥςπερ ἠκούσαμεν, εἰ καὶ φανῇ δοκιμώτερος. Εὑρίσκω γάρ τι καὶ τοιοῦτο ἐν τῇ θείᾳ Γραφῇ μυστήριον· καὶ μακρὸν ἂν εἴη πάσας ἀπαριθμεῖν τοῦ Πνεύματος τὰς φωνὰς, αἵ με πρὸς τοῦτο φέρουσιν. Ἀλλὰ τίς ἂν ψάμμον θαλασσῶν, καὶ σταγόνας ὑετοῦ, καὶ βυθοῦ μῆκος ἀναμετρήσαιτο; τίς δ᾿ ἂν τοῦ Θεοῦ τῆς περὶ πάντα σοφίας τὸ βάθος ἐξιχνιάσειεν, ὑφ᾿ ἧς καὶ πεποίηκε τὰ πάντα, καὶ διοικεῖ τρόπον, ὂν αὐτὸς καὶ βούλεται καὶ ἐπίσταται; Ἀρκεῖ γὰρ, κατὰ τὸν θεῖον Ἀπόστολον, θαυμάσαντας μόνον τὸ ταύτης δυστέκμαρτον καὶ δυσθεώρητον παρελθεῖν· Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεο!ῦ ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτο!ῦ καὶ, Τίς ἔγνω νοῦν Κυρίου; Εἰς δὲ τὰ ἔσχατα τῆς σοφίας αὐτοῦ τίς ἀφίκετο; φησὶν ὁ Ἰώβ. Τίς σοφὸς, καὶ συνήσει ταῦτα, καὶ οὐχὶ τῷ ἀνεφίκτῳ μετρήσει τὸ ὑπὲρ μέτρησιν;
31. Ἄλλος μὲν οὖν εἴη περὶ ταῦτα τολμηρὸς καὶ γεννάδας, μᾶλλον δὲ εἴη μηδείς· ἐγὼ δὲ ὀκνῶ κακίᾳ δοῦναι πάντως τὴν ἐντεῦθεν κόλασιν, ἢ εὐσεβείᾳ τὴν ἄνεσιν· ἀλλ᾿ ἔστι μὲν ὅτε καὶ πρός τι χρήσιμον, ἢ κακίας ἐγκοπτομένης δυσπαθείᾳ τῶν πονηρῶν, ἢ ἀρετῆς ὁδοποιουμένης εὐπαθείᾳ τῶν βελτιόνων· οὐκ ἀεὶ δὲ, οὐδὲ πάντως, ἀλλ᾿ εἶναι τοῦτο μόνον καιροῦ τοῦ μέλλοντος, καθ᾿ ὃν οἱ μὲν τὰ τῆς ἀρετῆς ἆθλα, οἱ δὲ τὰ τῆς κακίας ἐπιτίμια δέξονται. Ἀναστήσονται γὰρ οὗτοι, φησὶν, εἰς ἀνάστασιν ζωῆς, καὶ οὗτοι εἰς ἀνάστασιν κρίσεως· τὰ δὲ ἐντεῦθεν ἑτέρου τύπου εἶναι, καὶ ἀγωγῆς ἑτέρας, πάντα ἐκεῖσε φέροντα, ἐχούσης ὁμαλόν τι παρὰ Θεῷ πάντως καὶ τῆς δοκούσης ἡμῖν ἀνωμαλίας· ὥσπερ ἐν σώματι τὰς ἐξοχάς τε καὶ εἰσοχὰς, μεγέθη τε καὶ μικρότητας, καὶ γῆς ἐπαναστάσεις τε καὶ ὑφέσεις ἐξ ὧν τὸ κάλλος τῇ πρὸς ἄλληλα σχέσει συνιστάμενόν τε καὶ θεωρούμενον· ἐπεὶ καὶ τεχνίτου τὸ περὶ τὴν ὕλην τέως ἄτακτον καὶ ἀνώμαλον, λίαν ἔντεχνον ἦν, ἂν πρός τινος ἔργου κατασκευὴν εὐτρεπίσαιτο· τότε καὶ ἡμῖν καταλαμβανόμενόν τε καὶ ὁμολογούμενον, ὅταν τὸ ἀποτελεσθὲν κάλλος τοῦ δημιουργήματος θεωρήσωμεν. Ἀλλ᾿ οὔτε ἐκεῖνος ἄτεχνος ᾖ ὡς ἡμεῖς, οὔτε ταῦτα διοικεῖται ἀτάκτως, ὅτι μὴ καὶ ἡμῖν ὁ λόγος γνώριμος.
32. Ἀλλ᾿ εἴ τινα δεῖ καὶ εἰκόνα λαβεῖν τοῦ ἡμετέρου πάθους, οὐ πόῤῥω τῶν ναυτιώντων ἐσμὲν καὶ ἰλιγγιώντων, οἳ στρέφεσθαι τὰ πάντα δοκοῦσιν, αὐτοὶ στρεφόμενοι· ὡς δὲ καὶ οὗτοι, περὶ ὧν ὁ λόγος. Οὐ γὰρ ἀνέχονται σοφώτερον αὐτῶν εἶναι τὸν Θεὸν, ἂν πρός τι τῶν συμβαινόντων ἰλιγγιάσωσιν· ἢ καμεῖν περὶ τὸν λόγον δέον, ὡς τάχ᾿ ἂν τῇ φιλοπονίᾳ δοθησομένης τῆς ἀληθείας, ἢ σοφωτέροις ἑαυτῶν ταῦτα συμφιλοσοφεῖν καὶ πνευματικωτέροις, ἐπειδὴ καὶ τοῦτο χάρισμα ἑν, καὶ οὐχὶ πάντων ἡ γνῶσις, ἢ καθάρσει βίου ταύτην θηρεύειν, καὶ παρὰ τῆς ὄντως Σοφίας σοφίαν ἐπιζητεῖν. Οἱ δὲ (ὢ τῆς ἀπαιδευσία!)ς ἐπὶ τὸ ἑτοιμότερον τρέπονται, καὶ ἀλογίαν τοῦ παντὸς καταψεύδονται, αὐτοὶ τὸν λόγον οὐκ ἐπιστάμενοι· καὶ εἰσὶ δι᾿ ἀπαιδευσίαν σοφοὶ, ἢ διὰ σοφίαν, ἵνα οὕτως εἴπω, τὴν περιττὴν, ἄσοφοι καὶ ἀσύνετοι. Ἐντεῦθεν οἱ μὲν τύχην καὶ τὸ αὐτόματον ἐδογμάτισαν, ὄντως αὐτόματα καὶ ὡς ἔτυχεν ἀναπλασθέντα ἐπινοήματα· οἱ δὲ ἀστέρων τινὰ δυναστείαν ἄλογόν τε καὶ ἄλυτον πλεκόντων, ὡς ἂν βούλωνται, τὰ ἡμέτερα, μᾶλλον δὲ καὶ αὐτὸ τὸ πλέκειν συνηναγκασμένων· καὶ πλανητῶν δή τινων καὶ ἀπλανῶν συνόδους καὶ ὑποχωρήσεις, καὶ κυρίαν τοῦ παντὸς κίνησιν. Οἱ δὲ, ὅ τι ἂν ἕκαστος ἐφαντάσθησαν, τῷ ταλαιπώρῳ γένει τῶν ἀνθρώπων φέροντες, ἐπεισήγαγον, ὅσον αὐτοῖς τῆς Προνοίας ἀνέφικτόν τε καὶ ἀθεώρητον, εἰς διαφόρους δόξας καὶ προσηγορίας καταμερίσαντες. Εἰσὶ δὲ οἳ καὶ πενίαν πολλὴν τῆς Προνοίας κατέγνωσαν, τὰ μὲν ὑπὲρ ἡμᾶς ταύτῃ διοικεῖσθαι νομίσαντες, ἄχρι δ᾿ ἡμῶν τῶν καὶ μάλιστα δεομένων κατάγειν αὐτὴν ἀποκνήσαντες, ὥςπερ δεδοικότες, μὴ τῷ πλείονας εὐεργετεῖσθαι, ἀγαθώτερον ἀποφήνωσι τὸν εὐεργέτην, ἢ ἀποκάμνοι αὐτοῖς ὁ Θεὸς εὖ ποιῶν πλείονας.
33. Ἀλλ᾿ οὗτοι μὲν, ὅπερ εἶπον, ἐῤῥίφθων, ἐπεὶ καὶ καλῶς αὐτοὺς προλαβὼν ὁ λόγος ἠμύνατο· Ἐματαιώθη γὰρ, φησὶν, ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, μύθοις τισὶ καὶ σκιαῖς τὴν διὰ πάντων Πρόνοιαν καθυβρίσαντες. Ἡμεῖς δὲ μήτε αὐτοὶ ταῦτα τερατευώμεθα, εἴπερ τι μέλει τοῦ λόγου λογικοῖς οὖσιν ἡμῖν, καὶ λόγου θεραπευταῖς· μήτε τοὺς οἰομένους ἀποδεχώμεθα, κἂν εὐδρομῶσι τὴν γλῶτταν ἐν τοῖς ἀτόποις λόγοις καὶ δόγμασι, καὶ τῷ καινῷ τέρπωσιν. Ἀλλὰ καὶ Θεὸν εἶναι τὸν πάντων ποιητὴν καὶ δημιουργὸν πιστεύωμεν· πῶς γὰρ ἂν ὑπέστη τὸ πᾶν, μή τινος οὐσιώσαντός τε καὶ συναρμόσαντος; Καὶ Πρόνοιαν συνεισάγωμεν, τὴν τοῦδε τοῦ παντὸς συνεκτικήν τε καὶ συνδετικήν· ἐπεὶ καὶ προνοητὴν εἶναι τούτων, ὧν ποιητὴν εἶναι ἀναγκαῖον· εἰ μὴ μέλλοι τὸ πᾶν τῷ αὐτομάτῳ φερόμενον, ὥσπερ ὑπὸ λαίλαπος ναῦς, αὐτίκα λυθήσεσθαί τε καὶ διασπασθήσεσθαι διὰ τὴν ἀταξίαν τῆς ὕλης, καὶ πρὸς τὴν ἀρχαίαν σύγχυσίν τε καὶ ἀκοσμίαν ἐπαναχθήσεσθαι. Καὶ τοῖς ἡμετέροις μάλιστα ἐπιστατεῖν δεξώμεθα τὸν ἡμέτερον, εἴτε ποιητὴν, εἴτε πλάστην βούλει καλεῖν· κἂν διὰ τῶν ἐναντίων ὁ βίος ἡμῖν διεξάγηται, διὰ τοῦτο τυχὸν καὶ ἀγνοουμένων, ἵνα τῷ δυσθεωρήτῳ τὸν ὑπὲρ πάντα λόγον θαυμάζωμεν. Ἐπειδὴ τὸ μὲν ῥᾳδίως ληπτὸν, ἅπαν εὐκαταφρόνητον· τὸ δὲ ὑπὲρ ἡμᾶς, ὅσῳ δυσεφικτότερον, τοσούτῳ θαυμασιώτερον· καὶ γυμνάζει τὸν πόθον ἅπαν τὸ διαφεῦγον τὴν ἔφεσιν.
34. Διὰ τοῦτο μήτε ὑγίειαν πᾶσαν θαυμάζωμεν, μήτε νόσον διαπτύωμεν, μήτε πλούτῳ ῥέοντι προστιθώμεθα καρδίᾳ, πλέον ἢ καλῶς ἔχει, τῇ ῥοῇ προσκείμενοι, καὶ οἷον τῆς ψυχῆς τι ταύτῃ προσαναλίσκοντες· μήτε πενίας κατεξανιστώμεθα, ὡς ἀποπτύστου πάντη καὶ κατακρίτου, καὶ τῆς μισουμένης μερίδος· ἀλλ᾿ εἰδῶμεν καὶ ὑγίειαν περιφρονεῖν ἀσύνετον, ἧς καρπὸς ἁμαρτία, καὶ νόσον τιμᾷν ὁσίαν, αἰδούμενοι τοὺς διὰ πάθους νικήσαντας, μή πού τις καὶ Ἰὼβ τοῖς νοσοῦσιν ἐγκέκρυπται, πολύ τι τῶν ὑγιαινόντων αἰδεσιμώτερος, κἂν τὸν ἰχῶρα ξέῃ, κἂν ταλαιπωρῇ νυκτὸς καὶ ἡμέρας αἴθριος, καὶ πληγῇ, καὶ γυναικὶ, καὶ φίλοις στενοχωρούμενος· ὡς δὲ καὶ πλοῦτον ἄδικον ἀποπέμπεσθαι, δι᾿ ὃν κάμνει δικαίως ὁ ἐν τῇ φλογὶ πλούσιος, καὶ προσαιτεῖ ῥανίδα μικρὰν ἀναψύξεως, καὶ πενίαν ἐπαινεῖν εὐχάριστον καὶ φιλόσοφον, μεθ᾿ ἧς Λάζαρος σώζεται, καὶ πλουτεῖ τὴν ἐν κόλποις Ἀβραὰμ ἀνάπαυσιν.
35. Ἀλλ᾿ ἐμοὶ μὲν καὶ διὰ τοῦτο δοκεῖ ἀναγκαία τυγχάνειν ἡ φιλανθρωπία, καὶ τὸ πρὸς τοὺς δεομένους εὔσπλαγχνον, ἵνα τοὺς οὕτως ἔχοντας περὶ τούτων ἐπιστομίζωμεν, καὶ μὴ λόγοις ματαίοις παραχωρῶμεν, νομοθετοῦντες καθ᾿ ἡμῶν αὐτῶν τὴν ὠμότητα· πάντων δὲ τὴν ἐντολὴν αἰδώμεθα πλέον, καὶ τὸ ὑπόδειγμα. Τίς ἡ ἐντολή; καὶ σκοπεῖτε τὸ ἐπίμονον αὐτῆς, καὶ τὸ γνήσιον. Οὐ γὰρ ἅπαξ, οὐδὲ δὶς εἰπόντες τι περὶ τῶν δεομένων, οἱ τοῦ Πνεύματος ἀπηλλάγησαν· οὐδὲ οἱ μὲν, οἱ δὲ οὒ, ἢ μᾶλλόν τινες, οἱ δὲ ἧττον, ὡς ἂν μὴ περὶ μεγάλου τινὸς, μηδὲ τῶν σφόδρα κατεπειγόντων, ἀλλὰ καὶ πάντες, καὶ μετὰ σπουδῆς ἕκαστος, ἢ πρῶτον, ἢ ἐν πρώτοις, τοῦτο διακελευόμενοι, καὶ ποτὲ μὲν προτρέποντες, ποτὲ δὲ ἀπειλοῦντες, ποτὲ δὲ ὀνειδίζοντες· ἔστι δὲ ὅτε καὶ τοὺς κατορθοῦντας ἀποδεχόμενοι, ὡς ἂν τῷ συνεχεῖ τῆς ὑπομνήσεως τὴν ἐντολὴν ἐνεργήσωσιν. Ἕνεκεν μὲν τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, φησὶ, λέγει Κύριος. Τίς οὐ δέδοικεν ἀνιστάμενον Κύριον; Καὶ, Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου· μὴ ἐπιλάθῃ τῶν πενήτων. Ἀπευξώμεθα τὴν τοιαύτην ὕψωσιν, καὶ μὴ βουληθῶμεν ἰδεῖν ἐπαιρομένην χεῖρα κατὰ τῶν ἀπειθούντων, ἔτι δὲ μᾶλλον ἐπαφιεμένην τοῖς σκληροτέροις. Καὶ οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων· Καὶ, Οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός· καὶ, Ὀφθαλμοὶ μὲν αὐτοῦ ἐπὶ τὸν πένητα ἐπιβλέπουσιν (ὃ τοῦ βλεφάρου κρεῖττον καὶ κυριώτερον), τὰ βλέφαρα δὲ αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἡ ἐλάσσων, ὡς ἂν εἴποι τις, ἐπισκοπὴ καὶ δευτέρα.
36. Τάχα ἂν εἴποι τις· Ὑπὲρ τῶν ἀδικουμένων ταῦτα πτωχῶν καὶ πενήτων. Οὐ διαφέρομαι· ἀλλὰ σέ γε κεντριζέτω καὶ τοῦτο πρὸς τὸ φιλάνθρωπον. Ὧν γὰρ ἀδικουμένων τοσοῦτος ὁ λόγος, τούτων καὶ εὖ πασχόντων δηλαδὴ πλείων ἡ χάρις. Εἰ γὰρ ὁ ἀτιμάζων πένητα, παροξύνει τὸν ποιήσαντα αὐτὸν, τιμᾷ τὸν ποιητὴν ὁ περιέπων τὸ ποίημα. Πάλιν δὲ ὅταν ἀκούῃς· Πένης καὶ πλούσιος συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ὁ Κύριος ἐποίησεν· μὴ τὸν μὲν πένητα, τὸν δὲ πλούσιον ὑπολάβῃς, ἵνα καὶ μᾶλλον κατεξαναστῇς τοῦ πένητος· οὐ γὰρ δῆλον, εἰ θεόθεν ἡ τοιαύτη διαίρεσις· πλάσμα δὲ Θεοῦ, φησὶν, ὁμοίως ἀμφότεροι, καὶ εἰ τὰ ἔξωθεν ἄνισα. Τοῦτό σε δυσωπείτω πρὸς τὸ συμπαθὲς καὶ φιλάδελφον, ἵνα ὅταν ὑπ᾿ ἐκείνων ἐπαρθῇς, ὑπὸ τούτου συσταλῇς, καὶ γένῃ σεαυτοῦ μετριώτερος. Τί ἔτι; Ὁ ἐλεῶν πτωχὸν, Θεῷ δανείζει, φησίν. Τίς οὐ δέχεται τοιοῦτον χρεώστην, ἀποδώσοντα ἐν καιρῷ μετὰ τῆς ἐπικαρπίας τὸ δάνειον; Καὶ πάλιν· Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.
37. Καθαρθῶμεν οὖν ἐλεήσαντες, ῥύψωμεν τῇ καλῇ πόᾳ τὰ τῶν ψυχῶν ῥύπη τε καὶ μολύσματα· καὶ λευκανθῶμεν, οἱ μὲν ὡς ἔριον, οἱ δὲ ὡς χιὼν, κατὰ τὴν ἀναλογίαν τῆς εὐσπλαγχνίας. Εἴπω τι καὶ φοβερώτερον· Εἰ μὲν οὐδέν ἔστι σοι σύντριμμα, οὐδὲ μώλωψ, οὐδὲ πληγὴ φλεγμαίνουσα, οὐδὲ λέπρα τις ψυχῆς, ἢ ἁφὴ σημασίας, ἢ τηλαυγὴς, ἃ μικρῶς μὲν ὁ νόμος ἐκάθηρεν, δεῖται δὲ Χριστοῦ θεραπεύσοντος· ἀλλὰ σύ γε τὸν ὑπὲρ ἡμῶν τραυματισθέντα καὶ μαλακισθέντα αἰδέσθητι· αἰδεσθήσῃ δὲ, ἂν φαίνῃ τῷ Χριστοῦ μέλει χρηστὸς καὶ φιλάνθρωπος. Εἰ δὲ τοσοῦτόν σε κατετραυμάτισε τυχὸν ὁ τῶν ἡμετέρων ψυχῶν λῃστὴς καὶ τύραννος, ἢ ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καταβαίνοντα, ἢ καὶ ἄλλοθί που λαβὼν ἄοπλόν τε καὶ ἀπαράσκευον, ὥστ᾿ ἂν εἰκότως εἰπεῖν ἐκεῖνα· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· εἰ μὲν οὕτως ἔχῃς, ὡς μηδὲ τὴν θεραπείαν ἐπιζητεῖν, μηδὲ τὸν τρόπον εἰδέναι τῆς σῆς ἰάσεως, φεῦ τῆς πληγῆς ὄντως, καὶ τῆς εἰς βάθος ταλαιπωρίας! Εἰ δὲ μή πω παντελῶς ἀπέγνωσαι, μηδὲ ἀνιάτως ἔχῃς, πρόσελθε τῷ θεραπευτῇ, δεήθητι, θεράπευσον τὰ τραύματα διὰ τῶν τραυμάτων, κτῆσαι τῷ ὁμοίῳ τὸ ὅμοιον, μᾶλλον δὲ, τοῖς ἐλάττοσι τὰ μείζονα θεραπεύθητι. Ἐρεῖ τῇ ψυχῇ σου· Σωτηρία σου εἰμὶ ἐγώ· καὶ, Ἡ πίστις σου σέσωκέ σε· καὶ, Ἰδοὺ ὑγιὴς γέγονας· καὶ πάντα τὰ τῆς φιλανθρωπίας ῥήματα, μόνον ἂν ἴδῃ σε τοῖς ἀλγοῦσι φιλάνθρωπον.
38. Μακάριοι, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Οὐ πολλοστὸς ἐν τοῖς μακαρισμοῖς ὁ ἔλεος. Καὶ, Μακάριος ὁ συνιὼν, ἐπὶ πτωχὸν καὶ πένητα· καὶ, Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν· καὶ, Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος. Ἁρπάσωμεν τὸν μακαρισμὸν, συνιέντες κληθῶμεν, χρηστοὶ γενώμεθα. Μὴ διακοψάτω σου μηδὲ νὺξ τὸν ἔλεον. Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω σοι· μή τι μέσον γένηται τῆς ὁρμῆς καὶ τῆς εὐεργεσίας· τοῦτο μόνον, οὐ δέχεται ἀναβολὴν ἡ φιλανθρωπία. Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου, καὶ ταῦτα μετὰ προθυμίας. Ὁ γὰρ ἐλεῶν, φησὶν, ἐν ἱλαρότητι· καὶ διπλασιάζεταί σοι τὸ ἀγαθὸν τῇ ἑτοιμότητι. Τὸ γὰρ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης, ἄχαρί τε καὶ ἀκαλλώπιστον. Πανηγυριστέον δὲ, οὐ θρηνητέον τὴν εὐποιίαν. Ἐὰν ἀνέλῃς σύνδεσμον, φησὶ, καὶ χειροτονίαν, μικρολογίαν δὴ λέγω τοῦτο καὶ δοκιμασίαν, εἶτ᾿ οὖν ἀμφιβολίαν, καὶ ῥῆμα γογγυσμοῦ, τί γενήσεται; Ὡς μέγα τι καὶ θαυμάσιον! οἷον καὶ ὅσος ὁ τούτου μισθό!ς Ῥαγήσεται πρώιμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ. Τίς οὖν οὐκ ἐφίεται φωτὸς καὶ ἰάσεως;
39. Αἰδοῦμαι δὲ καὶ τὸ Χριστοῦ γλωσσόκομον, ὃ πρὸς πτωχοτροφίαν ἡμᾶς παρακαλεῖ· καὶ τὴν Παύλου καὶ Πέτρου συμφωνίαν, ὅτι τὸ Εὐαγγέλιον διελόμενοι, τοὺς πτωχοὺς κοινωνοὺς ἐποιήσαντο· καὶ τὴν τοῦ νέου τελείωσιν ἐν τῷ τὰ ὄντα δοῦναι πτωχοῖς ὁρισθεῖσάν τε καὶ νομοθετηθεῖσαν. Οἴει μὴ ἀνάγκην εἶναί σοι τῆς φιλανθρωπίας, ἀλλ᾿ αἵρεσιν; μηδὲ νόμον, ἀλλὰ παραίνεσιν; Σφόδρα καὶ αὐτὸς ἐβουλόμην τοῦτο, καὶ ὑπελάμβανον· ἀλλὰ φοβεῖ με ἡ ἀριστερὰ χεὶρ, καὶ οἱ ἔριφοι, καὶ ἂ παρὰ τοῦ στήσαντος ὀνειδίζονται· οὐχ ὅτι διηρπάκασιν, οὐθ᾿ ὅτι σεσυλήκασιν, ἢ μεμοιχεύκασιν, ἢ ἄλλο τι τῶν ἀπηγορευμένων πεποιήκασιν, ταύτην τὴν τάξιν κατακριθέντες, ἀλλ᾿ ὅτι μὴ Χριστὸν διὰ τῶν δεομένων τεθεραπεύκασιν.
40. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, δοῦλοι Χριστοῦ, καὶ ἀδελφοὶ, καὶ συγκληρονόμοι, ἕως ἐστὶ καιρὸς, Χριστὸν ἐπισκεψώμεθα, Χριστὸν θεραπεύσωμεν, Χριστὸν θρέψωμεν, Χριστὸν ἐνδύσωμεν, Χριστὸν συναγάγωμεν, Χριστὸν τιμήσωμεν· μὴ τραπέζῃ μόνον, ὥς τινες· μηδὲ μύροις, ὡς ἡ Μαρία· μηδὲ τάφῳ μόνον, ὡς Ἰωσὴφ ὁ Ἀριμαθαῖος· μηδὲ τοῖς πρὸς τὴν ταφὴν, ὡς Νικόδημος ὁ ἐξ ἡμισείας φιλόχριστος· μηδὲ χρυσῷ καὶ λιβάνῳ καὶ σμύρνῃ, ὡς οἱ μάγοι πρὸ τῶν εἰρημένων· ἀλλ᾿ ἐπειδὴ ἔλεον θέλει καὶ οὐ θυσίαν ὁ πάντων Δεσπότης, καὶ ὑπὲρ μυριάδας ἀρνῶν πιόνων ἡ εὐσπλαγχνία, ταύτην εἰσφέρωμεν αὐτῷ διὰ τῶν δεομένων, καὶ χαμαὶ σήμερον ἐῤῥιμμένων, ἵνα, ὅταν ἐνθένδε ἀπαλλαγῶμεν, δέξωνται ἡμᾶς εἰς τὰς αἰωνίους σκηνὰς, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου